Mosaico decorativo

Fondare 31964 Risultati per: Ἡ

  • οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας χριστοῦ ἐλεύσομαι. (Romanos 15, 29)

  • παρακαλῶ δὲ ὑμᾶς [, ἀδελφοί,] διὰ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν, (Romanos 15, 30)

  • ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ ἰουδαίᾳ καὶ ἡ διακονία μου ἡ εἰς ἰερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται, (Romanos 15, 31)

  • ἵνα ἐν χαρᾷ ἐλθὼν πρὸς ὑμᾶς διὰ θελήματος θεοῦ συναναπαύσωμαι ὑμῖν. (Romanos 15, 32)

  • ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν. (Romanos 15, 33)

  • συνίστημι δὲ ὑμῖν φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὗσαν [καὶ] διάκονον τῆς ἐκκλησίας τῆς ἐν κεγχρεαῖς, (Romanos 16, 1)

  • ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ. (Romanos 16, 2)

  • ἀσπάσασθε πρίσκαν καὶ ἀκύλαν τοὺς συνεργούς μου ἐν χριστῶ ἰησοῦ, (Romanos 16, 3)

  • οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, (Romanos 16, 4)

  • καὶ τὴν κατ᾽ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς ἀσίας εἰς χριστόν. (Romanos 16, 5)

  • ἀσπάσασθε μαρίαν, ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς. (Romanos 16, 6)

  • ἀσπάσασθε ἀνδρόνικον καὶ ἰουνιᾶν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν χριστῶ. (Romanos 16, 7)


"Recorramos a Jesus e não às pessoas, pois só Ele nunca nos faltará." São Padre Pio de Pietrelcina