Fondare 31964 Risultati per: Ἡ
ἴδε οὗν χρηστότητα καὶ ἀποτομίαν θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομία, ἐπὶ δὲ σὲ χρηστότης θεοῦ, ἐὰν ἐπιμένῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. (Romanos 11, 22)
κἀκεῖνοι δέ, ἐὰν μὴ ἐπιμένωσιν τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται· δυνατὸς γάρ ἐστιν ὁ θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς. (Romanos 11, 23)
εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὖτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ. (Romanos 11, 24)
οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε [παρ᾽] ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῶ ἰσραὴλ γέγονεν ἄχρις οὖ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, (Romanos 11, 25)
καὶ οὕτως πᾶς ἰσραὴλ σωθήσεται· καθὼς γέγραπται, ἥξει ἐκ σιὼν ὁ ῥυόμενος, ἀποστρέψει ἀσεβείας ἀπὸ ἰακώβ· (Romanos 11, 26)
καὶ αὕτη αὐτοῖς ἡ παρ᾽ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. (Romanos 11, 27)
κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι᾽ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας· (Romanos 11, 28)
ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ θεοῦ. (Romanos 11, 29)
ὥσπερ γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῶ θεῶ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ, (Romanos 11, 30)
οὕτως καὶ οὖτοι νῦν ἠπείθησαν τῶ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ [νῦν] ἐλεηθῶσιν· (Romanos 11, 31)
συνέκλεισεν γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ. (Romanos 11, 32)
ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. (Romanos 11, 33)