Mosaico decorativo

Fondare 31964 Risultati per: Ἡ

  • ὅθεν, βασιλεῦ ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, (Atos dos Apóstolos 26, 19)

  • ἀλλὰ τοῖς ἐν δαμασκῶ πρῶτόν τε καὶ ἱεροσολύμοις, πᾶσάν τε τὴν χώραν τῆς ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. (Atos dos Apóstolos 26, 20)

  • ἐπικουρίας οὗν τυχὼν τῆς ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῶ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ μωϊσῆς, (Atos dos Apóstolos 26, 22)

  • εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῶ τε λαῶ καὶ τοῖς ἔθνεσιν. (Atos dos Apóstolos 26, 23)

  • ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ φῆστος μεγάλῃ τῇ φωνῇ φησιν, μαίνῃ, παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. (Atos dos Apóstolos 26, 24)

  • ὁ δὲ παῦλος, οὐ μαίνομαι, φησίν, κράτιστε φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. (Atos dos Apóstolos 26, 25)

  • ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτὸν [τι] τούτων οὐ πείθομαι οὐθέν, οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο. (Atos dos Apóstolos 26, 26)

  • πιστεύεις, βασιλεῦ ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις. (Atos dos Apóstolos 26, 27)

  • ὁ δὲ ἀγρίππας πρὸς τὸν παῦλον, ἐν ὀλίγῳ με πείθεις χριστιανὸν ποιῆσαι. (Atos dos Apóstolos 26, 28)

  • ὁ δὲ παῦλος, εὐξαίμην ἂν τῶ θεῶ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων. (Atos dos Apóstolos 26, 29)

  • ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς, (Atos dos Apóstolos 26, 30)

  • καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον [τι] πράσσει ὁ ἄνθρωπος οὖτος. (Atos dos Apóstolos 26, 31)


"Nunca se canse de rezar e de ensinar a rezar." São Padre Pio de Pietrelcina