Mosaico decorativo

Fondare 31964 Risultati per: Ἡ

  • ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν παῦλον, οὕτως γὰρ διατεταγμένος ἦν μέλλων αὐτὸς πεζεύειν. (Atos dos Apóstolos 20, 13)

  • ὡς δὲ συνέβαλλεν ἡμῖν εἰς τὴν ἆσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς μιτυλήνην, (Atos dos Apóstolos 20, 14)

  • κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς σάμον, τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς μίλητον· (Atos dos Apóstolos 20, 15)

  • κεκρίκει γὰρ ὁ παῦλος παραπλεῦσαι τὴν ἔφεσον, ὅπως μὴ γένηται αὐτῶ χρονοτριβῆσαι ἐν τῇ ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῶ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς ἱεροσόλυμα. (Atos dos Apóstolos 20, 16)

  • ἀπὸ δὲ τῆς μιλήτου πέμψας εἰς ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. (Atos dos Apóstolos 20, 17)

  • ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς, ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφ᾽ ἧς ἐπέβην εἰς τὴν ἀσίαν πῶς μεθ᾽ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, (Atos dos Apóstolos 20, 18)

  • δουλεύων τῶ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν ἰουδαίων· (Atos dos Apóstolos 20, 19)

  • ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾽ οἴκους, (Atos dos Apóstolos 20, 20)

  • διαμαρτυρόμενος ἰουδαίοις τε καὶ ἕλλησιν τὴν εἰς θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν κύριον ἡμῶν ἰησοῦν. (Atos dos Apóstolos 20, 21)

  • καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῶ πνεύματι πορεύομαι εἰς ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς, (Atos dos Apóstolos 20, 22)

  • πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν. (Atos dos Apóstolos 20, 23)

  • ἀλλ᾽ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῶ ὡς τελειῶσαι τὸν δρόμον μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ. (Atos dos Apóstolos 20, 24)


"Onde há mais sacrifício, há mais generosidade." São Padre Pio de Pietrelcina