Mosaico decorativo

Fondare 31964 Risultati per: Ἡ

  • ὁ δὲ πέτρος ἤγειρεν αὐτὸν λέγων, ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι. (Atos dos Apóstolos 10, 26)

  • καὶ συνομιλῶν αὐτῶ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς, (Atos dos Apóstolos 10, 27)

  • ἔφη τε πρὸς αὐτούς, ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· (Atos dos Apóstolos 10, 28)

  • διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὗν τίνι λόγῳ μετεπέμψασθέ με; (Atos dos Apóstolos 10, 29)

  • καὶ ὁ κορνήλιος ἔφη, ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην τὴν ἐνάτην προσευχόμενος ἐν τῶ οἴκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ (Atos dos Apóstolos 10, 30)

  • καὶ φησίν, κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ. (Atos dos Apóstolos 10, 31)

  • πέμψον οὗν εἰς ἰόππην καὶ μετακάλεσαι σίμωνα ὃς ἐπικαλεῖται πέτρος· οὖτος ξενίζεται ἐν οἰκίᾳ σίμωνος βυρσέως παρὰ θάλασσαν. (Atos dos Apóstolos 10, 32)

  • ἐξαυτῆς οὗν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὗν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ κυρίου. (Atos dos Apóstolos 10, 33)

  • ἀνοίξας δὲ πέτρος τὸ στόμα εἶπεν, ἐπ᾽ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ θεός, (Atos dos Apóstolos 10, 34)

  • ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῶ ἐστιν. (Atos dos Apóstolos 10, 35)

  • τὸν λόγον [ὃν] ἀπέστειλεν τοῖς υἱοῖς ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ ἰησοῦ χριστοῦ _ οὖτός ἐστιν πάντων κύριος _ (Atos dos Apóstolos 10, 36)

  • ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν ἰωάννης, (Atos dos Apóstolos 10, 37)


"Se precisamos ter paciência para suportar os defeitos dos outros, quanto mais ainda precisamos para tolerar nossos próprios defeitos!" São Padre Pio de Pietrelcina