Fondare 12438 Risultati per: Ἐπ
καὶ μετήγαγεν αὐτὸν ὁ βασιλεὺς εἰς Αἴγυπτον καὶ ἐπέβαλεν φόρον ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου (II Crônicas 36, 3)
καὶ κατέστησεν Φαραω Νεχαω τὸν Ελιακιμ υἱὸν Ιωσιου βασιλέα Ιουδα ἀντὶ Ιωσιου τοῦ πατρὸς αὐτοῦ καὶ μετέστρεψεν τὸ ὄνομα αὐτοῦ Ιωακιμ καὶ τὸν Ιωαχαζ ἀδελφὸν αὐτοῦ ἔλαβεν Φαραω Νεχαω καὶ εἰσήγαγεν αὐτὸν εἰς Αἴγυπτον καὶ ἀπέθανεν ἐκεῖ (4a) καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκαν τῷ Φαραω τότε ἤρξατο ἡ γῆ φορολογεῖσθαι τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα Φαραω καὶ ἕκαστος κατὰ δύναμιν ἀπῄτει τὸ ἀργύριον καὶ τὸ χρυσίον παρὰ τοῦ λαοῦ τῆς γῆς δοῦναι τῷ Φαραω Νεχαω (II Crônicas 36, 4)
ὢν εἴκοσι καὶ πέντε ἐτῶν Ιωακιμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχωρα θυγάτηρ Νηριου ἐκ Ραμα καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ (5a) ἐν ταῖς ἡμέραις αὐτοῦ ἦλθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς τὴν γῆν καὶ ἦν αὐτῷ δουλεύων τρία ἔτη καὶ ἀπέστη ἀπ’ αὐτοῦ (5b) καὶ ἀπέστειλεν κύριος ἐπ’ αὐτοὺς τοὺς Χαλδαίους καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβιτῶν καὶ υἱῶν Αμμων καὶ τῆς Σαμαρείας καὶ ἀπέστησαν μετὰ τὸν λόγον τοῦτον κατὰ τὸν λόγον κυρίου ἐν χειρὶ τῶν παίδων αὐτοῦ τῶν προφητῶν (5c) πλὴν θυμὸς κυρίου ἦν ἐπὶ Ιουδαν τοῦ ἀποστῆσαι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ διὰ τὰς ἁμαρτίας Μανασση ἐν πᾶσιν οἷς ἐποίησεν (5d) καὶ ἐν αἵματι ἀθῴῳ ᾧ ἐξέχεεν Ιωακιμ καὶ ἔπλησεν τὴν Ιερουσαλημ αἵματος ἀθῴου καὶ οὐκ ἠθέλησεν κύριος ἐξολεθρεῦσαι αὐτούς (II Crônicas 36, 5)
καὶ ἀνέβη ἐπ’ αὐτὸν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἔδησεν αὐτὸν ἐν χαλκαῖς πέδαις καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυλῶνα (II Crônicas 36, 6)
καὶ τὰ λοιπὰ τῶν λόγων Ιωακιμ καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα καὶ ἐκοιμήθη Ιωακιμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Γανοζα μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσεν Ιεχονιας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ (II Crônicas 36, 8)
υἱὸς ὀκτωκαίδεκα ἐτῶν Ιεχονιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον καὶ δέκα ἡμέρας ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου (II Crônicas 36, 9)
καὶ ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ ἀπέστειλεν ὁ βασιλεὺς Ναβουχοδονοσορ καὶ εἰσήνεγκεν αὐτὸν εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν τῶν ἐπιθυμητῶν οἴκου κυρίου καὶ ἐβασίλευσεν Σεδεκιαν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ ἐπὶ Ιουδαν καὶ Ιερουσαλημ (II Crônicas 36, 10)
καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου θεοῦ αὐτοῦ οὐκ ἐνετράπη ἀπὸ προσώπου Ιερεμιου τοῦ προφήτου καὶ ἐκ στόματος κυρίου (II Crônicas 36, 12)
ἐν τῷ τὰ πρὸς τὸν βασιλέα Ναβουχοδονοσορ ἀθετῆσαι ἃ ὥρκισεν αὐτὸν κατὰ τοῦ θεοῦ καὶ ἐσκλήρυνεν τὸν τράχηλον αὐτοῦ καὶ τὴν καρδίαν αὐτοῦ κατίσχυσεν τοῦ μὴ ἐπιστρέψαι πρὸς κύριον θεὸν Ισραηλ (II Crônicas 36, 13)
καὶ πάντες οἱ ἔνδοξοι Ιουδα καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς τῆς γῆς ἐπλήθυναν τοῦ ἀθετῆσαι ἀθετήματα βδελυγμάτων ἐθνῶν καὶ ἐμίαναν τὸν οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ (II Crônicas 36, 14)
καὶ ἤγαγεν ἐπ’ αὐτοὺς βασιλέα Χαλδαίων καὶ ἀπέκτεινεν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκιου καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησαν καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον τὰ πάντα παρέδωκεν ἐν χερσὶν αὐτῶν (II Crônicas 36, 17)
καὶ εἶπεν τοῖς Λευίταις ἱεροδούλοις τοῦ Ισραηλ ἁγιάσαι ἑαυτοὺς τῷ κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ κυρίου ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησεν Σαλωμων ὁ τοῦ Δαυιδ ὁ βασιλεύς οὐκ ἔσται ὑμῖν ἆραι ἐπ’ ὤμων αὐτήν (Esdras 1, 3)