Fondare 24028 Risultati per: Ἐν
καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ισραηλ ὡς ἐποίησεν οἶκος Αχααβ ὅτι θυγάτηρ Αχααβ ἦν αὐτοῦ γυνή καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου (II Crônicas 21, 6)
καὶ οὐκ ἐβούλετο κύριος ἐξολεθρεῦσαι τὸν οἶκον Δαυιδ διὰ τὴν διαθήκην ἣν διέθετο τῷ Δαυιδ καὶ ὡς εἶπεν αὐτῷ δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας (II Crônicas 21, 7)
ἐν ταῖς ἡμέραις ἐκείναις ἀπέστη Εδωμ ἀπὸ τοῦ Ιουδα καὶ ἐβασίλευσαν ἐφ’ ἑαυτοὺς βασιλέα (II Crônicas 21, 8)
καὶ ᾤχετο Ιωραμ μετὰ τῶν ἀρχόντων καὶ πᾶσα ἡ ἵππος μετ’ αὐτοῦ καὶ ἐγένετο καὶ ἠγέρθη νυκτὸς καὶ ἐπάταξεν Εδωμ τὸν κυκλοῦντα αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν (II Crônicas 21, 9)
καὶ ἀπέστη ἀπὸ Ιουδα Εδωμ ἕως τῆς ἡμέρας ταύτης τότε ἀπέστη Λομνα ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ χειρὸς αὐτοῦ ὅτι ἐγκατέλιπεν κύριον θεὸν τῶν πατέρων αὐτοῦ (II Crônicas 21, 10)
καὶ γὰρ αὐτὸς ἐποίησεν ὑψηλὰ ἐν πόλεσιν Ιουδα καὶ ἐξεπόρνευσεν τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ καὶ ἀπεπλάνησεν τὸν Ιουδαν (II Crônicas 21, 11)
καὶ ἦλθεν αὐτῷ ἐγγραφὴ παρὰ Ηλιου τοῦ προφήτου λέγων τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ τοῦ πατρός σου ἀνθ’ ὧν οὐκ ἐπορεύθης ἐν ὁδῷ Ιωσαφατ τοῦ πατρός σου καὶ ἐν ὁδοῖς Ασα βασιλέως Ιουδα (II Crônicas 21, 12)
καὶ ἐπορεύθης ἐν ὁδοῖς βασιλέων Ισραηλ καὶ ἐξεπόρνευσας τὸν Ιουδαν καὶ τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ ὡς ἐξεπόρνευσεν οἶκος Αχααβ καὶ τοὺς ἀδελφούς σου υἱοὺς τοῦ πατρός σου τοὺς ἀγαθοὺς ὑπὲρ σὲ ἀπέκτεινας (II Crônicas 21, 13)
ἰδοὺ κύριος πατάξει σε πληγὴν μεγάλην ἐν τῷ λαῷ σου καὶ ἐν τοῖς υἱοῖς σου καὶ ἐν γυναιξίν σου καὶ ἐν πάσῃ τῇ ἀποσκευῇ σου (II Crônicas 21, 14)
καὶ σὺ ἐν μαλακίᾳ πονηρᾷ ἐν νόσῳ κοιλίας ἕως οὗ ἐξέλθῃ ἡ κοιλία σου μετὰ τῆς μαλακίας ἐξ ἡμερῶν εἰς ἡμέρας (II Crônicas 21, 15)
καὶ ἐπήγειρεν κύριος ἐπὶ Ιωραμ τοὺς ἀλλοφύλους καὶ τοὺς Ἄραβας καὶ τοὺς ὁμόρους τῶν Αἰθιόπων (II Crônicas 21, 16)
καὶ ἀνέβησαν ἐπὶ Ιουδαν καὶ κατεδυνάστευον καὶ ἀπέστρεψαν πᾶσαν τὴν ἀποσκευήν ἣν εὗρον ἐν οἴκῳ τοῦ βασιλέως καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ οὐ κατελείφθη αὐτῷ υἱὸς ἀλλ’ ἢ Οχοζιας ὁ μικρότατος τῶν υἱῶν αὐτοῦ (II Crônicas 21, 17)