Fondare 24028 Risultati per: Ἐν
καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι Αδρααζαρ ὅτι ἔπταισαν ἔμπροσθεν Ισραηλ καὶ ηὐτομόλησαν μετὰ Ισραηλ καὶ ἐδούλευσαν αὐτοῖς καὶ ἐφοβήθη Συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς Αμμων (II Samuel 10, 19)
καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων καὶ ἀπέστειλεν Δαυιδ τὸν Ιωαβ καὶ τοὺς παῖδας αὐτοῦ μετ’ αὐτοῦ καὶ τὸν πάντα Ισραηλ καὶ διέφθειραν τοὺς υἱοὺς Αμμων καὶ διεκάθισαν ἐπὶ Ραββαθ καὶ Δαυιδ ἐκάθισεν ἐν Ιερουσαλημ (II Samuel 11, 1)
καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυιδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως καὶ εἶδεν γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα (II Samuel 11, 2)
καὶ ἀπέστειλεν Δαυιδ καὶ ἐζήτησεν τὴν γυναῖκα καὶ εἶπεν οὐχὶ αὕτη Βηρσαβεε θυγάτηρ Ελιαβ γυνὴ Ουριου τοῦ Χετταίου (II Samuel 11, 3)
καὶ ἀπέστειλεν Δαυιδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν καὶ εἰσῆλθεν πρὸς αὐτόν καὶ ἐκοιμήθη μετ’ αὐτῆς καὶ αὐτὴ ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτῆς καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς (II Samuel 11, 4)
καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή καὶ ἀποστείλασα ἀπήγγειλεν τῷ Δαυιδ καὶ εἶπεν ἐγώ εἰμι ἐν γαστρὶ ἔχω (II Samuel 11, 5)
καὶ ἀπέστειλεν Δαυιδ πρὸς Ιωαβ λέγων ἀπόστειλον πρός με τὸν Ουριαν τὸν Χετταῖον καὶ ἀπέστειλεν Ιωαβ τὸν Ουριαν πρὸς Δαυιδ (II Samuel 11, 6)
καὶ παραγίνεται Ουριας καὶ εἰσῆλθεν πρὸς αὐτόν καὶ ἐπηρώτησεν Δαυιδ εἰς εἰρήνην Ιωαβ καὶ εἰς εἰρήνην τοῦ λαοῦ καὶ εἰς εἰρήνην τοῦ πολέμου (II Samuel 11, 7)
καὶ εἶπεν Δαυιδ τῷ Ουρια κατάβηθι εἰς τὸν οἶκόν σου καὶ νίψαι τοὺς πόδας σου καὶ ἐξῆλθεν Ουριας ἐξ οἴκου τοῦ βασιλέως καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως (II Samuel 11, 8)
καὶ ἀνήγγειλαν τῷ Δαυιδ λέγοντες ὅτι οὐ κατέβη Ουριας εἰς τὸν οἶκον αὐτοῦ καὶ εἶπεν Δαυιδ πρὸς Ουριαν οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου (II Samuel 11, 10)
καὶ εἶπεν Ουριας πρὸς Δαυιδ ἡ κιβωτὸς καὶ Ισραηλ καὶ Ιουδας κατοικοῦσιν ἐν σκηναῖς καὶ ὁ κύριός μου Ιωαβ καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσιν καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου φαγεῖν καὶ πιεῖν καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου πῶς ζῇ ἡ ψυχή σου εἰ ποιήσω τὸ ῥῆμα τοῦτο (II Samuel 11, 11)
καὶ εἶπεν Δαυιδ πρὸς Ουριαν κάθισον ἐνταῦθα καί γε σήμερον καὶ αὔριον ἐξαποστελῶ σε καὶ ἐκάθισεν Ουριας ἐν Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον (II Samuel 11, 12)