Mosaico decorativo

Fondare 24028 Risultati per: Ἐν

  • καίτοι οὐκ ἀμάρτυρον αὐτὸν ἀφῆκεν ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν. (Atos dos Apóstolos 14, 17)

  • ἐπῆλθαν δὲ ἀπὸ ἀντιοχείας καὶ ἰκονίου ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν παῦλον ἔσυρον ἔξω τῆς πόλεως, νομίζοντες αὐτὸν τεθνηκέναι. (Atos dos Apóstolos 14, 19)

  • κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῶ βαρναβᾷ εἰς δέρβην. (Atos dos Apóstolos 14, 20)

  • εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν λύστραν καὶ εἰς ἰκόνιον καὶ εἰς ἀντιόχειαν, (Atos dos Apóstolos 14, 21)

  • ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. (Atos dos Apóstolos 14, 22)

  • χειροτονήσαντες δὲ αὐτοῖς κατ᾽ ἐκκλησίαν πρεσβυτέρους προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῶ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν. (Atos dos Apóstolos 14, 23)

  • καὶ λαλήσαντες ἐν πέργῃ τὸν λόγον κατέβησαν εἰς ἀττάλειαν. (Atos dos Apóstolos 14, 25)

  • κἀκεῖθεν ἀπέπλευσαν εἰς ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. (Atos dos Apóstolos 14, 26)

  • παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετ᾽ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. (Atos dos Apóstolos 14, 27)

  • γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῶ παύλῳ καὶ τῶ βαρναβᾷ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν παῦλον καὶ βαρναβᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. (Atos dos Apóstolos 15, 2)

  • οἱ μὲν οὗν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν τε φοινίκην καὶ σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς. (Atos dos Apóstolos 15, 3)

  • παραγενόμενοι δὲ εἰς ἰερουσαλὴμ παρεδέχθησαν ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετ᾽ αὐτῶν. (Atos dos Apóstolos 15, 4)


"De todos os que vierem pedir meu auxílio, nunca perderei nenhum!" São Padre Pio de Pietrelcina