Mosaico decorativo

Fondare 24028 Risultati per: Ἐν

  • οὐαί σοι, χοραζίν· οὐαί σοι, βηθσαϊδά· ὅτι εἰ ἐν τύρῳ καὶ σιδῶνι ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῶ καθήμενοι μετενόησαν. (São Lucas 10, 13)

  • πλὴν τύρῳ καὶ σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. (São Lucas 10, 14)

  • ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα [δύο] μετὰ χαρᾶς λέγοντες, κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῶ ὀνόματί σου. (São Lucas 10, 17)

  • εἶπεν δὲ αὐτοῖς, ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. (São Lucas 10, 18)

  • ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. (São Lucas 10, 19)

  • πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς. (São Lucas 10, 20)

  • ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο [ἐν] τῶ πνεύματι τῶ ἁγίῳ καὶ εἶπεν, ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου. (São Lucas 10, 21)

  • καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾽ ἰδίαν εἶπεν, μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. (São Lucas 10, 23)

  • ὁ δὲ εἶπεν πρὸς αὐτόν, ἐν τῶ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; (São Lucas 10, 26)

  • ὁ δὲ ἀποκριθεὶς εἶπεν, ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης [τῆς] καρδίας σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. (São Lucas 10, 27)

  • εἶπεν δὲ αὐτῶ, ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. (São Lucas 10, 28)

  • ὁ δὲ θέλων δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς τὸν ἰησοῦν, καὶ τίς ἐστίν μου πλησίον; (São Lucas 10, 29)


"Combata vigorosamente, se está interessado em obter o prêmio destinado às almas fortes." São Padre Pio de Pietrelcina