Fondare 24028 Risultati per: Ἐν
ἐν αἷς ἦν μαρία ἡ μαγδαληνὴ καὶ μαρία ἡ τοῦ ἰακώβου καὶ ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν ζεβεδαίου. (São Mateus 27, 56)
ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ ἁριμαθαίας, τοὔνομα ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθητεύθη τῶ ἰησοῦ· (São Mateus 27, 57)
οὖτος προσελθὼν τῶ πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ ἰησοῦ. τότε ὁ πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι. (São Mateus 27, 58)
καὶ λαβὼν τὸ σῶμα ὁ ἰωσὴφ ἐνετύλιξεν αὐτὸ [ἐν] σινδόνι καθαρᾷ, (São Mateus 27, 59)
καὶ ἔθηκεν αὐτὸ ἐν τῶ καινῶ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. (São Mateus 27, 60)
ἦν δὲ ἐκεῖ μαριὰμ ἡ μαγδαληνὴ καὶ ἡ ἄλλη μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου. (São Mateus 27, 61)
λέγοντες, κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. (São Mateus 27, 63)
οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας. (São Mateus 27, 66)
ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν μαριὰμ ἡ μαγδαληνὴ καὶ ἡ ἄλλη μαρία θεωρῆσαι τὸν τάφον. (São Mateus 28, 1)
καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισεν τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. (São Mateus 28, 2)
ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών. (São Mateus 28, 3)
ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ὡς νεκροί. (São Mateus 28, 4)