Fondare 24028 Risultati per: Ἐν
λέγουσιν γάρ μοι ποίησον ἡμῖν θεούς οἳ προπορεύσονται ἡμῶν ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ (Êxodo 32, 23)
καὶ εἶπα αὐτοῖς εἴ τινι ὑπάρχει χρυσία περιέλεσθε καὶ ἔδωκάν μοι καὶ ἔρριψα εἰς τὸ πῦρ καὶ ἐξῆλθεν ὁ μόσχος οὗτος (Êxodo 32, 24)
καὶ ἰδὼν Μωυσῆς τὸν λαὸν ὅτι διεσκέδασται διεσκέδασεν γὰρ αὐτοὺς Ααρων ἐπίχαρμα τοῖς ὑπεναντίοις αὐτῶν (Êxodo 32, 25)
ἔστη δὲ Μωυσῆς ἐπὶ τῆς πύλης τῆς παρεμβολῆς καὶ εἶπεν τίς πρὸς κύριον ἴτω πρός με συνῆλθον οὖν πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Λευι (Êxodo 32, 26)
καὶ ἐποίησαν οἱ υἱοὶ Λευι καθὰ ἐλάλησεν αὐτοῖς Μωυσῆς καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τρισχιλίους ἄνδρας (Êxodo 32, 28)
καὶ εἶπεν αὐτοῖς Μωυσῆς ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον κυρίῳ ἕκαστος ἐν τῷ υἱῷ ἢ τῷ ἀδελφῷ δοθῆναι ἐφ’ ὑμᾶς εὐλογίαν (Êxodo 32, 29)
καὶ ἐγένετο μετὰ τὴν αὔριον εἶπεν Μωυσῆς πρὸς τὸν λαόν ὑμεῖς ἡμαρτήκατε ἁμαρτίαν μεγάλην καὶ νῦν ἀναβήσομαι πρὸς τὸν θεόν ἵνα ἐξιλάσωμαι περὶ τῆς ἁμαρτίας ὑμῶν (Êxodo 32, 30)
ὑπέστρεψεν δὲ Μωυσῆς πρὸς κύριον καὶ εἶπεν δέομαι κύριε ἡμάρτηκεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην καὶ ἐποίησαν ἑαυτοῖς θεοὺς χρυσοῦς (Êxodo 32, 31)
καὶ νῦν εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν ἄφες εἰ δὲ μή ἐξάλειψόν με ἐκ τῆς βίβλου σου ἧς ἔγραψας (Êxodo 32, 32)
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν εἴ τις ἡμάρτηκεν ἐνώπιόν μου ἐξαλείψω αὐτὸν ἐκ τῆς βίβλου μου (Êxodo 32, 33)
καὶ ἐπάταξεν κύριος τὸν λαὸν περὶ τῆς ποιήσεως τοῦ μόσχου οὗ ἐποίησεν Ααρων (Êxodo 32, 35)
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν πορεύου ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν ἣν ὤμοσα τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ λέγων τῷ σπέρματι ὑμῶν δώσω αὐτήν (Êxodo 33, 1)