Fondare 24028 Risultati per: Ἐν
ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν ἠσαΐας λέγων, (São Mateus 15, 7)
μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. (São Mateus 15, 9)
καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς, ἀκούετε καὶ συνίετε· (São Mateus 15, 10)
οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον. (São Mateus 15, 11)
ὁ δὲ ἀποκριθεὶς εἶπεν, πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. (São Mateus 15, 13)
ἀποκριθεὶς δὲ ὁ πέτρος εἶπεν αὐτῶ, φράσον ἡμῖν τὴν παραβολήν [ταύτην]. (São Mateus 15, 15)
ὁ δὲ εἶπεν, ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; (São Mateus 15, 16)
οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; (São Mateus 15, 17)
τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. (São Mateus 15, 18)
καὶ ἐξελθὼν ἐκεῖθεν ὁ ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη τύρου καὶ σιδῶνος. (São Mateus 15, 21)
καὶ ἰδοὺ γυνὴ χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραζεν λέγουσα, ἐλέησόν με, κύριε, υἱὸς δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. (São Mateus 15, 22)
ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες, ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. (São Mateus 15, 23)