Fondare 24028 Risultati per: Ἐν
ἔλεγεν γὰρ ἐν ἑαυτῇ, ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι. (São Mateus 9, 21)
ὁ δὲ ἰησοῦς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν, θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης. (São Mateus 9, 22)
καὶ ἐλθὼν ὁ ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον (São Mateus 9, 23)
ἔλεγεν, ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ. (São Mateus 9, 24)
ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. (São Mateus 9, 25)
καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην. (São Mateus 9, 26)
καὶ παράγοντι ἐκεῖθεν τῶ ἰησοῦ ἠκολούθησαν [αὐτῶ] δύο τυφλοὶ κράζοντες καὶ λέγοντες, ἐλέησον ἡμᾶς, υἱὸς δαυίδ. (São Mateus 9, 27)
τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων, κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. (São Mateus 9, 29)
καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ἐνεβριμήθη αὐτοῖς ὁ ἰησοῦς λέγων, ὁρᾶτε μηδεὶς γινωσκέτω. (São Mateus 9, 30)
οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. (São Mateus 9, 31)
αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῶ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· (São Mateus 9, 32)
καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες, οὐδέποτε ἐφάνη οὕτως ἐν τῶ ἰσραήλ. (São Mateus 9, 33)