Mosaico decorativo

Fondare 24028 Risultati per: Ἐν

  • καὶ ἐν πᾶσιν τούτοις οὐκ ἐπεστράφη πρός με ἡ ἀσύνθετος Ιουδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς ἀλλ’ ἐπὶ ψεύδει (Jeremias 3, 10)

  • καὶ εἶπεν κύριος πρός με ἐδικαίωσεν τὴν ψυχὴν αὐτοῦ Ισραηλ ἀπὸ τῆς ἀσυνθέτου Ιουδα (Jeremias 3, 11)

  • ἐπιστράφητε υἱοὶ ἀφεστηκότες λέγει κύριος διότι ἐγὼ κατακυριεύσω ὑμῶν καὶ λήμψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σιων (Jeremias 3, 14)

  • καὶ ἔσται ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις λέγει κύριος οὐκ ἐροῦσιν ἔτι κιβωτὸς διαθήκης ἁγίου Ισραηλ οὐκ ἀναβήσεται ἐπὶ καρδίαν οὐκ ὀνομασθήσεται οὐδὲ ἐπισκεφθήσεται καὶ οὐ ποιηθήσεται ἔτι (Jeremias 3, 16)

  • ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσιν τὴν Ιερουσαλημ θρόνος κυρίου καὶ συναχθήσονται εἰς αὐτὴν πάντα τὰ ἔθνη καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς (Jeremias 3, 17)

  • ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται οἶκος Ιουδα ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν (Jeremias 3, 18)

  • πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ οὕτως ἠθέτησεν εἰς ἐμὲ οἶκος Ισραηλ λέγει κύριος (Jeremias 3, 20)

  • φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν Ισραηλ ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπελάθοντο θεοῦ ἁγίου αὐτῶν (Jeremias 3, 21)

  • ἡ δὲ αἰσχύνη κατανάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος ἡμῶν τὰ πρόβατα αὐτῶν καὶ τοὺς μόσχους αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν (Jeremias 3, 24)

  • ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν διότι ἔναντι τοῦ θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν (Jeremias 3, 25)

  • καὶ ὀμόσῃ ζῇ κύριος μετὰ ἀληθείας καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ καὶ εὐλογήσουσιν ἐν αὐτῇ ἔθνη καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ θεῷ ἐν Ιερουσαλημ (Jeremias 4, 2)

  • ἀναγγείλατε ἐν τῷ Ιουδα καὶ ἀκουσθήτω ἐν Ιερουσαλημ εἴπατε σημάνατε ἐπὶ τῆς γῆς σάλπιγγι καὶ κεκράξατε μέγα εἴπατε συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις (Jeremias 4, 5)


"Todas as graças que pedimos no nome de Jesus são concedidas pelo Pai eterno." São Padre Pio de Pietrelcina