Fondare 24028 Risultati per: Ἐν
καὶ προσέθηκεν Ααρων δόξαν καὶ ἔδωκεν αὐτῷ κληρονομίαν ἀπαρχὰς πρωτογενημάτων ἐμέρισεν αὐτῷ ἄρτον πρώτοις ἡτοίμασεν πλησμονήν (Eclesiástico 45, 20)
καὶ γὰρ θυσίας κυρίου φάγονται ἃς ἔδωκεν αὐτῷ τε καὶ τῷ σπέρματι αὐτοῦ (Eclesiástico 45, 21)
πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ αὐτὸς γὰρ μερίς σου καὶ κληρονομία (Eclesiástico 45, 22)
καὶ Φινεες υἱὸς Ελεαζαρ τρίτος εἰς δόξαν ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν φόβῳ κυρίου καὶ στῆναι αὐτὸν ἐν τροπῇ λαοῦ ἐν ἀγαθότητι προθυμίας ψυχῆς αὐτοῦ καὶ ἐξιλάσατο περὶ τοῦ Ισραηλ (Eclesiástico 45, 23)
δῴη ὑμῖν σοφίαν ἐν καρδίᾳ ὑμῶν κρίνειν τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ ἵνα μὴ ἀφανισθῇ τὰ ἀγαθὰ αὐτῶν καὶ τὴν δόξαν αὐτῶν εἰς γενεὰς αὐτῶν (Eclesiástico 45, 26)
κραταιὸς ἐν πολέμῳ Ἰησοῦς Ναυη καὶ διάδοχος Μωυσῆ ἐν προφητείαις ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς ὅπως κατακληρονομήσῃ τὸν Ισραηλ (Eclesiástico 46, 1)
ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ καὶ ἐν τῷ ἐκτεῖναι ῥομφαίαν ἐπὶ πόλεις (Eclesiástico 46, 2)
τίς πρότερος αὐτοῦ οὕτως ἔστη τοὺς γὰρ πολέμους κυρίου αὐτὸς ἐπήγαγεν (Eclesiástico 46, 3)
οὐχὶ ἐν χειρὶ αὐτοῦ ἐνεποδίσθη ὁ ἥλιος καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο (Eclesiástico 46, 4)
ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην ἐν τῷ θλῖψαι αὐτὸν ἐχθροὺς κυκλόθεν καὶ ἐπήκουσεν αὐτοῦ μέγας κύριος ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς (Eclesiástico 46, 5)
κατέρραξεν ἐπ’ ἔθνος πόλεμον καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτοῦ ὅτι ἐναντίον κυρίου ὁ πόλεμος αὐτοῦ (Eclesiástico 46, 6)
καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω δυνάστου καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος αὐτὸς καὶ Χαλεβ υἱὸς Ιεφοννη ἀντιστῆναι ἔναντι ἐκκλησίας κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας καὶ κοπάσαι γογγυσμὸν πονηρίας (Eclesiástico 46, 7)