Fondare 24028 Risultati per: Ἐν
ἄνθρωπος ἄχαρις μῦθος ἄκαιρος ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται (Eclesiástico 20, 19)
ἀπὸ στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολή οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς (Eclesiástico 20, 20)
ἔστιν κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ οὐ κατανυγήσεται (Eclesiástico 20, 21)
ἔστιν χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν (Eclesiástico 20, 23)
μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται (Eclesiástico 20, 24)
αἱρετὸν κλέπτης ἢ ὁ ἐνδελεχίζων ψεύδει ἀμφότεροι δὲ ἀπώλειαν κληρονομήσουσιν (Eclesiástico 20, 25)
ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία καὶ ἡ αἰσχύνη αὐτοῦ μετ’ αὐτοῦ ἐνδελεχῶς (Eclesiástico 20, 26)
ὁ σοφὸς ἐν λόγοις προάξει ἑαυτόν καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστᾶσιν (Eclesiástico 20, 27)
ὁ ἐργαζόμενος γῆν ἀνυψώσει θιμωνιὰν αὐτοῦ καὶ ὁ ἀρέσκων μεγιστᾶσιν ἐξιλάσεται ἀδικίαν (Eclesiástico 20, 28)
ξένια καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς (Eclesiástico 20, 29)
σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής τίς ὠφέλεια ἐν ἀμφοτέροις (Eclesiástico 20, 30)
μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ καὶ ὁ φοβούμενος κύριον ἐπιστρέψει ἐν καρδίᾳ (Eclesiástico 21, 6)