Fondare 24028 Risultati per: Ἐν
ἔθηκεν τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ (Eclesiástico 17, 8)
προσέθηκεν αὐτοῖς ἐπιστήμην καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς (Eclesiástico 17, 11)
διαθήκην αἰῶνος ἔστησεν μετ’ αὐτῶν καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς (Eclesiástico 17, 12)
μεγαλεῖον δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν καὶ δόξαν φωνῆς αὐτοῦ ἤκουσεν τὸ οὖς αὐτῶν (Eclesiástico 17, 13)
καὶ εἶπεν αὐτοῖς προσέχετε ἀπὸ παντὸς ἀδίκου καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον (Eclesiástico 17, 14)
αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διὰ παντός οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ (Eclesiástico 17, 15)
ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον καὶ μερὶς κυρίου Ισραηλ ἐστίν (Eclesiástico 17, 17)
ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν (Eclesiástico 17, 19)
οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπ’ αὐτοῦ καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι κυρίου (Eclesiástico 17, 20)
πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν (Eclesiástico 17, 24)
ὑψίστῳ τίς αἰνέσει ἐν ᾅδου ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν (Eclesiástico 17, 27)
οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου (Eclesiástico 17, 30)