Fondare 232 Risultati per: ψυχὴ

  • καὶ εἶπαν οἱ ἄνδρες ἐκεῖνοι πρὸς αὐτόν ἡμεῖς ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου μὴ οὖν ὑστερήσωμεν προσενέγκαι τὸ δῶρον κυρίῳ κατὰ καιρὸν αὐτοῦ ἐν μέσῳ υἱῶν Ισραηλ (Números 9, 7)

  • λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων ἄνθρωπος ἄνθρωπος ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ ἀνθρώπου ἢ ἐν ὁδῷ μακρὰν ὑμῖν ἢ ἐν ταῖς γενεαῖς ὑμῶν καὶ ποιήσει τὸ πασχα κυρίῳ (Números 9, 10)

  • καὶ ἄνθρωπος ὃς ἐὰν καθαρὸς ᾖ καὶ ἐν ὁδῷ μακρᾷ οὐκ ἔστιν καὶ ὑστερήσῃ ποιῆσαι τὸ πασχα ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς ὅτι τὸ δῶρον κυρίῳ οὐ προσήνεγκεν κατὰ τὸν καιρὸν αὐτοῦ ἁμαρτίαν αὐτοῦ λήμψεται ὁ ἄνθρωπος ἐκεῖνος (Números 9, 13)

  • νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος οὐδὲν πλὴν εἰς τὸ μαννα οἱ ὀφθαλμοὶ ἡμῶν (Números 11, 6)

  • ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως προσάξει αἶγα μίαν ἐνιαυσίαν περὶ ἁμαρτίας (Números 15, 27)

  • καὶ ψυχή ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας ἀπὸ τῶν αὐτοχθόνων ἢ ἀπὸ τῶν προσηλύτων τὸν θεὸν οὗτος παροξύνει ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς (Números 15, 30)

  • ὅτι τὸ ῥῆμα κυρίου ἐφαύλισεν καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ (Números 15, 31)

  • πᾶς ὁ ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου ἐὰν ἀποθάνῃ καὶ μὴ ἀφαγνισθῇ τὴν σκηνὴν κυρίου ἐμίανεν ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ισραηλ ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν ἀκάθαρτός ἐστιν ἔτι ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ ἐστιν (Números 19, 13)

  • καὶ ἄνθρωπος ὃς ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς ὅτι τὰ ἅγια κυρίου ἐμίανεν ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν ἀκάθαρτός ἐστιν (Números 19, 20)

  • καὶ παντός οὗ ἐὰν ἅψηται αὐτοῦ ὁ ἀκάθαρτος ἀκάθαρτον ἔσται καὶ ἡ ψυχὴ ἡ ἁπτομένη ἀκάθαρτος ἔσται ἕως ἑσπέρας (Números 19, 22)

  • καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν θεὸν καὶ κατὰ Μωυσῆ λέγοντες ἵνα τί ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ (Números 21, 5)

  • καὶ ἔσται τὰ ῥήματα ταῦτα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου (Deuteronômio 6, 6)


“O amor tudo esquece, tudo perdoa, sem reservas.” São Padre Pio de Pietrelcina