Mosaico decorativo

Fondare 1486 Risultati per: ο Θεός είναι μαζί μας

  • καὶ ἐπέστρεψεν πρὸς Ελισαιε αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ καὶ ἦλθεν καὶ ἔστη καὶ εἶπεν ἰδοὺ δὴ ἔγνωκα ὅτι οὐκ ἔστιν θεὸς ἐν πάσῃ τῇ γῇ ὅτι ἀλλ’ ἢ ἐν τῷ Ισραηλ καὶ νῦν λαβὲ τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου (II Reis 5, 15)

  • καὶ εἶπεν τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ στήσεται ἡ κεφαλὴ Ελισαιε ἐπ’ αὐτῷ σήμερον (II Reis 6, 31)

  • καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον καὶ ἐπέχεεν τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν κυρίου ἐπὶ τὸν Ισραηλ (II Reis 9, 6)

  • καὶ διέθετο Ιωδαε διαθήκην ἀνὰ μέσον κυρίου καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ τοῦ εἶναι εἰς λαὸν τῷ κυρίῳ καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ (II Reis 11, 17)

  • ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φουλ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὴν γῆν καὶ Μαναημ ἔδωκεν τῷ Φουλ χίλια τάλαντα ἀργυρίου εἶναι τὴν χεῖρα αὐτοῦ μετ’ αὐτοῦ (II Reis 15, 19)

  • ποῦ ἐστιν ὁ θεὸς Αιμαθ καὶ Αρφαδ ποῦ ἐστιν ὁ θεὸς Σεπφαρουαιν καὶ ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου (II Reis 18, 34)

  • καὶ εἶπεν κύριε ὁ θεὸς Ισραηλ ὁ καθήμενος ἐπὶ τῶν χερουβιν σὺ εἶ ὁ θεὸς μόνος ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν (II Reis 19, 15)

  • καὶ νῦν κύριε ὁ θεὸς ἡμῶν σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ καὶ γνώσονται πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς ὅτι σὺ κύριος ὁ θεὸς μόνος (II Reis 19, 19)

  • καὶ ἀπέστειλεν Ησαιας υἱὸς Αμως πρὸς Εζεκιαν λέγων τάδε λέγει κύριος ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς Ισραηλ ἃ προσηύξω πρός με περὶ Σενναχηριμ βασιλέως Ἀσσυρίων ἤκουσα (II Reis 19, 20)

  • ἐπίστρεψον καὶ ἐρεῖς πρὸς Εζεκιαν τὸν ἡγούμενον τοῦ λαοῦ μου τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ τοῦ πατρός σου ἤκουσα τῆς προσευχῆς σου εἶδον τὰ δάκρυά σου ἰδοὺ ἐγὼ ἰάσομαί σε τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον κυρίου (II Reis 20, 5)

  • οὐχ οὕτως τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδα ὥστε παντὸς ἀκούοντος ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ (II Reis 21, 12)

  • καὶ εἶπεν αὐτοῖς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με (II Reis 22, 15)


"Como é belo esperar!" São Padre Pio de Pietrelcina