Fondare 406 Risultati per: μετάνοια του Σαμουήλ του Σαούλ
καὶ ἦλθεν Σαουλ ἕως τῶν πόλεων Αμαληκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ (I Samuel 15, 5)
καὶ εἶπεν Σαουλ πρὸς τὸν Κιναῖον ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Αμαληκίτου μὴ προσθῶ σε μετ’ αὐτοῦ καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου Αμαληκ (I Samuel 15, 6)
καὶ ἐπάταξεν Σαουλ τὸν Αμαληκ ἀπὸ Ευιλατ ἕως Σουρ ἐπὶ προσώπου Αἰγύπτου (I Samuel 15, 7)
καὶ περιεποιήσατο Σαουλ καὶ πᾶς ὁ λαὸς τὸν Αγαγ ζῶντα καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν καὶ οὐκ ἐβούλετο αὐτὰ ἐξολεθρεῦσαι καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλέθρευσαν (I Samuel 15, 9)
καὶ ἐγενήθη ῥῆμα κυρίου πρὸς Σαμουηλ λέγων (I Samuel 15, 10)
παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαουλ εἰς βασιλέα ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν καὶ ἠθύμησεν Σαμουηλ καὶ ἐβόησεν πρὸς κύριον ὅλην τὴν νύκτα (I Samuel 15, 11)
καὶ ὤρθρισεν Σαμουηλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ισραηλ πρωί καὶ ἀπηγγέλη τῷ Σαμουηλ λέγοντες ἥκει Σαουλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα καὶ ἐπέστρεψεν τὸ ἅρμα καὶ κατέβη εἰς Γαλγαλα πρὸς Σαουλ καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ κυρίῳ τὰ πρῶτα τῶν σκύλων ὧν ἤνεγκεν ἐξ Αμαληκ (I Samuel 15, 12)
καὶ παρεγένετο Σαμουηλ πρὸς Σαουλ καὶ εἶπεν αὐτῷ Σαουλ εὐλογητὸς σὺ τῷ κυρίῳ ἔστησα πάντα ὅσα ἐλάλησεν κύριος (I Samuel 15, 13)
καὶ εἶπεν Σαμουηλ καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσίν μου καὶ φωνὴ τῶν βοῶν ὧν ἐγὼ ἀκούω (I Samuel 15, 14)
καὶ εἶπεν Σαουλ ἐξ Αμαληκ ἤνεγκα αὐτά ἃ περιεποιήσατο ὁ λαός τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν ὅπως τυθῇ τῷ κυρίῳ θεῷ σου καὶ τὰ λοιπὰ ἐξωλέθρευσα (I Samuel 15, 15)
καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ ἄνες καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησεν κύριος πρός με τὴν νύκτα καὶ εἶπεν αὐτῷ λάλησον (I Samuel 15, 16)
καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ οὐχὶ μικρὸς σὺ εἶ ἐνώπιον αὐτοῦ ἡγούμενος σκήπτρου φυλῆς Ισραηλ καὶ ἔχρισέν σε κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ (I Samuel 15, 17)