Fondare 77 Risultati per: λόγοι

  • καὶ ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γῆν καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ τῆς γῆς ἡ φωνή σου καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει (Isaías 29, 4)

  • καὶ ἔσονται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες ἀνάγνωθι ταῦτα καὶ ἐρεῖ οὐ δύναμαι ἀναγνῶναι ἐσφράγισται γάρ (Isaías 29, 11)

  • κατ’ ἐμαυτοῦ ὀμνύω ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη οἱ λόγοι μου οὐκ ἀποστραφήσονται ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ θεῷ (Isaías 45, 23)

  • ὁ προφήτης ἐν ᾧ τὸ ἐνύπνιόν ἐστιν διηγησάσθω τὸ ἐνύπνιον αὐτοῦ καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτόν διηγησάσθω τὸν λόγον μου ἐπ’ ἀληθείας τί τὸ ἄχυρον πρὸς τὸν σῖτον οὕτως οἱ λόγοι μου λέγει κύριος (Jeremias 23, 28)

  • οὐχὶ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον λέγει κύριος καὶ ὡς πέλυξ κόπτων πέτραν (Jeremias 23, 29)

  • Gr. Jeremiah 36 (Heb. 29) καὶ οὗτοι οἱ λόγοι τῆς βίβλου οὓς ἀπέστειλεν Ιερεμιας ἐξ Ιερουσαλημ πρὸς τοὺς πρεσβυτέρους τῆς ἀποικίας καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας ἐπιστολὴν εἰς Βαβυλῶνα τῇ ἀποικίᾳ καὶ πρὸς ἅπαντα τὸν λαὸν (Jeremias 36, 1)

  • καὶ οὗτοι οἱ λόγοι οὓς ἐλάλησεν κύριος ἐπὶ Ισραηλ καὶ Ιουδα (Jeremias 37, 4)

  • υἱὸς ἀγαπητὸς Εφραιμ ἐμοί παιδίον ἐντρυφῶν ὅτι ἀνθ’ ὧν οἱ λόγοι μου ἐν αὐτῷ μνείᾳ μνησθήσομαι αὐτοῦ διὰ τοῦτο ἔσπευσα ἐπ’ αὐτῷ ἐλεῶν ἐλεήσω αὐτόν φησὶν κύριος (Jeremias 38, 20)

  • καὶ ἔλαβεν Βαρουχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ’ αὐτῷ ἀπὸ στόματος Ιερεμιου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου οὗ κατέκαυσεν Ιωακιμ καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι (Jeremias 43, 32)

  • καὶ οὗτοι οἱ λόγοι τοῦ βιβλίου οὓς ἔγραψεν Βαρουχ υἱὸς Νηριου υἱοῦ Μαασαιου υἱοῦ Σεδεκιου υἱοῦ Ασαδιου υἱοῦ Χελκιου ἐν Βαβυλῶνι (Baruc 1, 1)

  • διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου οὓς ἂν λαλήσω λαλήσω καὶ ποιήσω λέγει κύριος (Ezequiel 12, 28)

  • διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος ἀνθ’ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ’ ὑμᾶς λέγει κύριος (Ezequiel 13, 8)


“Nossa Senhora está sempre pronta a nos socorrer, mas por acaso o mundo a escuta e se emenda?” São Padre Pio de Pietrelcina