Fondare 3466 Risultati per: θεός του Ισραήλ
ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν, μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος ἰσραήλ; (Atos dos Apóstolos 7, 42)
ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν δαυίδ, (Atos dos Apóstolos 7, 45)
εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος, πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὖτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε ἰσραήλ· (Atos dos Apóstolos 9, 15)
καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. (Atos dos Apóstolos 10, 15)
ἔφη τε πρὸς αὐτούς, ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· (Atos dos Apóstolos 10, 28)
ἀνοίξας δὲ πέτρος τὸ στόμα εἶπεν, ἐπ᾽ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ θεός, (Atos dos Apóstolos 10, 34)
τὸν λόγον [ὃν] ἀπέστειλεν τοῖς υἱοῖς ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ ἰησοῦ χριστοῦ _ οὖτός ἐστιν πάντων κύριος _ (Atos dos Apóstolos 10, 36)
ἰησοῦν τὸν ἀπὸ ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ θεὸς ἦν μετ᾽ αὐτοῦ. (Atos dos Apóstolos 10, 38)
τοῦτον ὁ θεὸς ἤγειρεν [ἐν] τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, (Atos dos Apóstolos 10, 40)
ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. (Atos dos Apóstolos 11, 9)
εἰ οὗν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον ἰησοῦν χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν; (Atos dos Apóstolos 11, 17)
ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν θεὸν λέγοντες, ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν. (Atos dos Apóstolos 11, 18)