Fondare 2546 Risultati per: άνθρωποι του Ισραήλ
καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατὰ ἄρχοντα κατ’ οἴκους πατριῶν αὐτῶν δώδεκα ῥάβδους καὶ ἡ ῥάβδος Ααρων ἀνὰ μέσον τῶν ῥάβδων αὐτῶν (Números 17, 21)
καὶ ἐξήνεγκεν Μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου κυρίου πρὸς πάντας υἱοὺς Ισραηλ καὶ εἶδον καὶ ἔλαβον ἕκαστος τὴν ῥάβδον αὐτοῦ (Números 17, 24)
καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς Μωυσῆν λέγοντες ἰδοὺ ἐξανηλώμεθα ἀπολώλαμεν παρανηλώμεθα (Números 17, 27)
καὶ φυλάξεσθε τὰς φυλακὰς τῶν ἁγίων καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου καὶ οὐκ ἔσται θυμὸς ἐν τοῖς υἱοῖς Ισραηλ (Números 18, 5)
καὶ ἐγὼ εἴληφα τοὺς ἀδελφοὺς ὑμῶν τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ισραηλ δόμα δεδομένον κυρίῳ λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς τοῦ μαρτυρίου (Números 18, 6)
καὶ ἐλάλησεν κύριος πρὸς Ααρων καὶ ἐγὼ ἰδοὺ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ισραηλ σοὶ δέδωκα αὐτὰ εἰς γέρας καὶ τοῖς υἱοῖς σου μετὰ σέ νόμιμον αἰώνιον (Números 18, 8)
καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχὴ δομάτων αὐτῶν ἀπὸ πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν Ισραηλ σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ νόμιμον αἰώνιον πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά (Números 18, 11)
πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς Ισραηλ σοὶ ἔσται (Números 18, 14)
πᾶν ἀφαίρεμα τῶν ἁγίων ὅσα ἂν ἀφέλωσιν οἱ υἱοὶ Ισραηλ κυρίῳ σοὶ δέδωκα καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ νόμιμον αἰώνιον διαθήκη ἁλὸς αἰωνίου ἐστὶν ἔναντι κυρίου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ (Números 18, 19)
καὶ ἐλάλησεν κύριος πρὸς Ααρων ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳ τῶν υἱῶν Ισραηλ (Números 18, 20)
καὶ τοῖς υἱοῖς Λευι ἰδοὺ δέδωκα πᾶν ἐπιδέκατον ἐν Ισραηλ ἐν κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν ὅσα αὐτοὶ λειτουργοῦσιν λειτουργίαν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου (Números 18, 21)
καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ισραηλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαβεῖν ἁμαρτίαν θανατηφόρον (Números 18, 22)