Mosaico decorativo

Fondare 1079 Risultati per: Υἱοὶ

  • καὶ διέβησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ οἱ ἡμίσεις φυλῆς Μανασση διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν Ισραηλ καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς (Josué 4, 12)

  • καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ Ιορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ισραηλ ἐν Γαλγαλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς Ιεριχω (Josué 4, 19)

  • λέγων ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες τί εἰσιν οἱ λίθοι οὗτοι (Josué 4, 21)

  • καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀπὸ ἑσπέρας ἐπὶ δυσμῶν Ιεριχω ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν τῷ πεδίῳ (Josué 5, 10)

  • καὶ ἐπλημμέλησαν οἱ υἱοὶ Ισραηλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος καὶ ἔλαβεν Αχαρ υἱὸς Χαρμι υἱοῦ Ζαμβρι υἱοῦ Ζαρα ἐκ τῆς φυλῆς Ιουδα ἀπὸ τοῦ ἀναθέματος καὶ ἐθυμώθη ὀργῇ κύριος τοῖς υἱοῖς Ισραηλ (Josué 7, 1)

  • οὐ μὴ δύνωνται οἱ υἱοὶ Ισραηλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν αὐχένα ἐπιστρέψουσιν ἔναντι τῶν ἐχθρῶν αὐτῶν ὅτι ἐγενήθησαν ἀνάθεμα οὐ προσθήσω ἔτι εἶναι μεθ’ ὑμῶν ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν (Josué 7, 12)

  • καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ Ισραηλ ἀποκτέννοντες πάντας τοὺς ἐν τῇ Γαι τοὺς ἐν τοῖς πεδίοις καὶ ἐν τῷ ὄρει ἐπὶ τῆς καταβάσεως οὗ κατεδίωξαν αὐτοὺς ἀπ’ αὐτῆς εἰς τέλος καὶ ἀπέστρεψεν Ἰησοῦς εἰς Γαι καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ῥομφαίας (Josué 8, 24)

  • πλὴν τῶν κτηνῶν καὶ τῶν σκύλων τῶν ἐν τῇ πόλει πάντα ἃ ἐπρονόμευσαν οἱ υἱοὶ Ισραηλ κατὰ πρόσταγμα κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ Ἰησοῖ (Josué 8, 27)

  • καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς τὸν Χορραῖον ὅρα μὴ ἐν ἐμοὶ κατοικεῖς καὶ πῶς σοι διαθῶμαι διαθήκην (Josué 9, 7)

  • καὶ ἀπῆραν οἱ υἱοὶ Ισραηλ καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν αἱ δὲ πόλεις αὐτῶν Γαβαων καὶ Κεφιρα καὶ Βηρωθ καὶ πόλις Ιαριν (Josué 9, 17)

  • καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ Ισραηλ ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες κύριον τὸν θεὸν Ισραηλ καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσιν (Josué 9, 18)

  • ἐν τῷ δὲ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ ἐπὶ τῆς καταβάσεως Ωρωνιν καὶ κύριος ἐπέρριψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως Αζηκα καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ισραηλ μαχαίρᾳ ἐν τῷ πολέμῳ (Josué 10, 11)


"A mulher forte é a que tem temor de Deus e faz a vontade de Deus." São Padre Pio de Pietrelcina