Fondare 17461 Risultati per: Τῷ
μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται (Eclesiástico 20, 24)
κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ (Eclesiástico 20, 31)
τέκνον ἥμαρτες μὴ προσθῇς μηκέτι καὶ περὶ τῶν προτέρων σου δεήθητι (Eclesiástico 21, 1)
καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσιν πλοῦτον οὕτως οἶκος ὑπερηφάνου ἐρημωθήσεται (Eclesiástico 21, 4)
δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται (Eclesiástico 21, 5)
μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ καὶ ὁ φοβούμενος κύριον ἐπιστρέψει ἐν καρδίᾳ (Eclesiástico 21, 6)
γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθάνειν αὐτόν (Eclesiástico 21, 7)
στιππύον συνηγμένον συναγωγὴ ἀνόμων καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρός (Eclesiástico 21, 9)
ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἐκ λίθων καὶ ἐπ’ ἐσχάτων αὐτῆς βόθρος ᾅδου (Eclesiástico 21, 10)
λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων αἰνέσει αὐτὸν καὶ ἐπ’ αὐτὸν προσθήσει ἤκουσεν ὁ σπαταλῶν καὶ ἀπήρεσεν αὐτῷ καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ (Eclesiástico 21, 15)
ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι (Eclesiástico 21, 18)
ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν καρδία δὲ σοφῶν στόμα αὐτῶν (Eclesiástico 21, 26)