Fondare 17461 Risultati per: Τῷ
καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες φωνῆς πλήθους αὐτῶν καὶ ὁδοιπορίας τοῦ πλήθους καὶ συγκρουσμοῦ τῶν ὅπλων ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη σφόδρα καὶ ἰσχυρά (I Macabeus 6, 41)
καὶ εἶδεν Ελεαζαρος ὁ Αυαραν ἓν τῶν θηρίων τεθωρακισμένον θώραξιν βασιλικοῖς καὶ ἦν ὑπεράγον πάντα τὰ θηρία καὶ ᾠήθη ὅτι ἐν αὐτῷ ἐστιν ὁ βασιλεύς (I Macabeus 6, 43)
καὶ ἔδωκεν ἑαυτὸν τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ καὶ περιποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον (I Macabeus 6, 44)
καὶ ἐπέδραμεν αὐτῷ θράσει εἰς μέσον τῆς φάλαγγος καὶ ἐθανάτου δεξιὰ καὶ εὐώνυμα καὶ ἐσχίζοντο ἀπ’ αὐτοῦ ἔνθα καὶ ἔνθα (I Macabeus 6, 45)
καὶ εἰσέδυ ὑπὸ τὸν ἐλέφαντα καὶ ὑπέθηκεν αὐτῷ καὶ ἀνεῖλεν αὐτόν καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἐπάνω αὐτοῦ καὶ ἀπέθανεν ἐκεῖ (I Macabeus 6, 46)
καὶ εἶδον τὴν ἰσχὺν τῆς βασιλείας καὶ τὸ ὅρμημα τῶν δυνάμεων καὶ ἐξέκλιναν ἀπ’ αὐτῶν (I Macabeus 6, 47)
οἱ δὲ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτῶν εἰς Ιερουσαλημ καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν Ιουδαίαν καὶ εἰς τὸ ὄρος Σιων (I Macabeus 6, 48)
καὶ ἐποίησεν εἰρήνην μετὰ τῶν ἐκ Βαιθσουρων καὶ ἐξῆλθον ἐκ τῆς πόλεως ὅτι οὐκ ἦν αὐτοῖς ἐκεῖ διατροφὴ τοῦ συγκεκλεῖσθαι ἐν αὐτῇ ὅτι σάββατον ἦν τῇ γῇ (I Macabeus 6, 49)
καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτῶν καὶ ἐπολέμησαν ἡμέρας πολλάς (I Macabeus 6, 52)
βρώματα δὲ οὐκ ἦν ἐν τοῖς ἀγγείοις διὰ τὸ ἕβδομον ἔτος εἶναι καὶ οἱ ἀνασῳζόμενοι εἰς τὴν Ιουδαίαν ἀπὸ τῶν ἐθνῶν κατέφαγον τὸ ὑπόλειμμα τῆς παραθέσεως (I Macabeus 6, 53)
καὶ ὑπελείφθησαν ἐν τοῖς ἁγίοις ἄνδρες ὀλίγοι ὅτι κατεκράτησεν αὐτῶν ὁ λιμός καὶ ἐσκορπίσθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ (I Macabeus 6, 54)
ἀπέστρεψεν ἀπὸ τῆς Περσίδος καὶ Μηδίας καὶ αἱ δυνάμεις αἱ πορευθεῖσαι μετὰ τοῦ βασιλέως μετ’ αὐτοῦ καὶ ὅτι ζητεῖ παραλαβεῖν τὰ τῶν πραγμάτων (I Macabeus 6, 56)