Fondare 17461 Risultati per: Τῷ
αὗται αἱ πόλεις αἱ ἐπίκλητοι τοῖς υἱοῖς Ισραηλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς καταφυγεῖν ἐκεῖ παντὶ παίοντι ψυχὴν ἀκουσίως ἵνα μὴ ἀποθάνῃ ἐν χειρὶ τοῦ ἀγχιστεύοντος τὸ αἷμα ἕως ἂν καταστῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν (Josué 20, 9)
καὶ προσήλθοσαν οἱ ἀρχιπατριῶται τῶν υἱῶν Λευι πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ναυη καὶ πρὸς τοὺς ἀρχιφύλους πατριῶν ἐκ τῶν φυλῶν Ισραηλ (Josué 21, 1)
καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοῖς Λευίταις ἐν τῷ κατακληρονομεῖν διὰ προστάγματος κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν (Josué 21, 3)
καὶ ἐξῆλθεν ὁ κλῆρος τῷ δήμῳ Κααθ καὶ ἐγένετο τοῖς υἱοῖς Ααρων τοῖς ἱερεῦσιν τοῖς Λευίταις ἀπὸ φυλῆς Ιουδα καὶ ἀπὸ φυλῆς Συμεων καὶ ἀπὸ φυλῆς Βενιαμιν κληρωτὶ πόλεις δέκα τρεῖς (Josué 21, 4)
καὶ τοῖς υἱοῖς Γεδσων ἀπὸ τῆς φυλῆς Ισσαχαρ καὶ ἀπὸ τῆς φυλῆς Ασηρ καὶ ἀπὸ τῆς φυλῆς Νεφθαλι καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση ἐν τῷ Βασαν πόλεις δέκα τρεῖς (Josué 21, 6)
καὶ τοῖς υἱοῖς Μεραρι κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς Ρουβην καὶ ἀπὸ φυλῆς Γαδ καὶ ἀπὸ φυλῆς Ζαβουλων κληρωτὶ πόλεις δώδεκα (Josué 21, 7)
καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ κληρωτί (Josué 21, 8)
τοῖς υἱοῖς Ααρων ἀπὸ τοῦ δήμου τοῦ Κααθ τῶν υἱῶν Λευι ὅτι τούτοις ἐγενήθη ὁ κλῆρος (Josué 21, 10)
καὶ ἔδωκεν αὐτοῖς τὴν Καριαθαρβοκ μητρόπολιν τῶν Ενακ αὕτη ἐστὶν Χεβρων ἐν τῷ ὄρει Ιουδα τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς (Josué 21, 11)
καὶ τοῖς υἱοῖς Ααρων τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι τὴν Χεβρων καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ καὶ τὴν Λεμνα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ (Josué 21, 13)
καὶ Ασα καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Τανυ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Βαιθσαμυς καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων (Josué 21, 16)
πᾶσαι αἱ πόλεις υἱῶν Ααρων τῶν ἱερέων δέκα τρεῖς (Josué 21, 19)