Fondare 8293 Risultati per: Τῆς
καὶ ἐκδικήσω ἐπ’ αὐτὴν τὰς ἡμέρας τῶν Βααλιμ ἐν αἷς ἐπέθυεν αὐτοῖς καὶ περιετίθετο τὰ ἐνώτια αὐτῆς καὶ τὰ καθόρμια αὐτῆς καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς ἐμοῦ δὲ ἐπελάθετο λέγει κύριος (Oséias 2, 15)
διὰ τοῦτο ἰδοὺ ἐγὼ πλανῶ αὐτὴν καὶ τάξω αὐτὴν εἰς ἔρημον καὶ λαλήσω ἐπὶ τὴν καρδίαν αὐτῆς (Oséias 2, 16)
καὶ δώσω αὐτῇ τὰ κτήματα αὐτῆς ἐκεῖθεν καὶ τὴν κοιλάδα Αχωρ διανοῖξαι σύνεσιν αὐτῆς καὶ ταπεινωθήσεται ἐκεῖ κατὰ τὰς ἡμέρας νηπιότητος αὐτῆς καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτῆς ἐκ γῆς Αἰγύπτου (Oséias 2, 17)
καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλιμ ἐκ στόματος αὐτῆς καὶ οὐ μὴ μνησθῶσιν οὐκέτι τὰ ὀνόματα αὐτῶν (Oséias 2, 19)
καὶ διαθήσομαι αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διαθήκην μετὰ τῶν θηρίων τοῦ ἀγροῦ καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ μετὰ τῶν ἑρπετῶν τῆς γῆς καὶ τόξον καὶ ῥομφαίαν καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς καὶ κατοικιῶ σε ἐπ’ ἐλπίδι (Oséias 2, 20)
καὶ σπερῶ αὐτὴν ἐμαυτῷ ἐπὶ τῆς γῆς καὶ ἐλεήσω τὴν Οὐκ-ἠλεημένην καὶ ἐρῶ τῷ Οὐ-λαῷ-μου λαός μου εἶ σύ καὶ αὐτὸς ἐρεῖ κύριος ὁ θεός μου εἶ σύ (Oséias 2, 25)
ἀκούσατε λόγον κυρίου υἱοὶ Ισραηλ διότι κρίσις τῷ κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις θεοῦ ἐπὶ τῆς γῆς (Oséias 4, 1)
ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς καὶ αἵματα ἐφ’ αἵμασιν μίσγουσιν (Oséias 4, 2)
διὰ τοῦτο πενθήσει ἡ γῆ καὶ σμικρυνθήσεται σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν σὺν τοῖς θηρίοις τοῦ ἀγροῦ καὶ σὺν τοῖς ἑρπετοῖς τῆς γῆς καὶ σὺν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης ἐκλείψουσιν (Oséias 4, 3)
καὶ ἀσθενήσεις ἡμέρας καὶ ἀσθενήσει καὶ προφήτης μετὰ σοῦ νυκτὶ ὡμοίωσα τὴν μητέρα σου (Oséias 4, 5)
συστροφὴ πνεύματος σὺ εἶ ἐν ταῖς πτέρυξιν αὐτῆς καὶ καταισχυνθήσονται ἐκ τῶν θυσιαστηρίων αὐτῶν (Oséias 4, 19)
ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν ἐγὼ δὲ παιδευτὴς ὑμῶν (Oséias 5, 2)