Fondare 27654 Risultati per: Τὸ
ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω ὅτι σύ κύριε κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκισάς με (Salmos 4, 9)
Gr./Heb. Psalm 5 εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης ψαλμὸς τῷ Δαυιδ (Salmos 5, 1)
τὸ πρωὶ εἰσακούσῃ τῆς φωνῆς μου τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐπόψομαι (Salmos 5, 4)
οὐ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν (Salmos 5, 6)
ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος (Salmos 5, 7)
ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου (Salmos 5, 8)
κρῖνον αὐτούς ὁ θεός ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλίων αὐτῶν κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς ὅτι παρεπίκρανάν σε κύριε (Salmos 5, 11)
καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ εἰς αἰῶνα ἀγαλλιάσονται καὶ κατασκηνώσεις ἐν αὐτοῖς καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου (Salmos 5, 12)
Gr./Heb. Psalm 6 εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυιδ (Salmos 6, 1)
ἐπίστρεψον κύριε ῥῦσαι τὴν ψυχήν μου σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου (Salmos 6, 5)
ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου ἐπαλαιώθην ἐν πᾶσιν τοῖς ἐχθροῖς μου (Salmos 6, 8)
ἀπόστητε ἀπ’ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ὅτι εἰσήκουσεν κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου (Salmos 6, 9)