Mosaico decorativo

Fondare 27654 Risultati per: Τὸ

  • ἔκρινα γὰρ ἐμαυτῶ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν· (II Coríntios 2, 1)

  • καὶ ἔγραψα τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼν λύπην σχῶ ἀφ᾽ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. (II Coríntios 2, 3)

  • ἱκανὸν τῶ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων, (II Coríntios 2, 6)

  • ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. (II Coríntios 2, 7)

  • διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην· (II Coríntios 2, 8)

  • εἰς τοῦτο γὰρ καὶ ἔγραψα ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. (II Coríntios 2, 9)

  • ᾧ δέ τι χαρίζεσθε, κἀγώ· καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι, δι᾽ ὑμᾶς ἐν προσώπῳ χριστοῦ, (II Coríntios 2, 10)

  • ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ, οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. (II Coríntios 2, 11)

  • ἐλθὼν δὲ εἰς τὴν τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ, (II Coríntios 2, 12)

  • οὐκ ἔσχηκα ἄνεσιν τῶ πνεύματί μου τῶ μὴ εὑρεῖν με τίτον τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς μακεδονίαν. (II Coríntios 2, 13)

  • τῶ δὲ θεῶ χάρις τῶ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῶ χριστῶ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμῶν ἐν παντὶ τόπῳ· (II Coríntios 2, 14)

  • ὅτι χριστοῦ εὐωδία ἐσμὲν τῶ θεῶ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, (II Coríntios 2, 15)


"Submeter-se não significa ser escravo, mas ser livre para receber santos conselhos." São Padre Pio de Pietrelcina