Mosaico decorativo

Fondare 27654 Risultati per: Τὸ

  • διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις, τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. (Romanos 2, 1)

  • οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. (Romanos 2, 2)

  • λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ; (Romanos 2, 3)

  • ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; (Romanos 2, 4)

  • κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῶ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ, (Romanos 2, 5)

  • ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, (Romanos 2, 6)

  • τοῖς μὲν καθ᾽ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν, ζωὴν αἰώνιον· (Romanos 2, 7)

  • τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ, ὀργὴ καὶ θυμός _ (Romanos 2, 8)

  • θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, ἰουδαίου τε πρῶτον καὶ ἕλληνος· (Romanos 2, 9)

  • δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῶ ἐργαζομένῳ τὸ ἀγαθόν, ἰουδαίῳ τε πρῶτον καὶ ἕλληνι· (Romanos 2, 10)

  • ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται· (Romanos 2, 12)

  • ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὖτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος· (Romanos 2, 14)


"Uma só coisa é necessária: estar perto de Jesus". São Padre Pio de Pietrelcina