Mosaico decorativo

Fondare 27654 Risultati per: Τὸ

  • παραγενόμενοι δὲ εἰς ἰερουσαλὴμ παρεδέχθησαν ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετ᾽ αὐτῶν. (Atos dos Apóstolos 15, 4)

  • ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον μωϊσέως. (Atos dos Apóstolos 15, 5)

  • συνήχθησάν τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. (Atos dos Apóstolos 15, 6)

  • πολλῆς δὲ ζητήσεως γενομένης ἀναστὰς πέτρος εἶπεν πρὸς αὐτούς, ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾽ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι· (Atos dos Apóstolos 15, 7)

  • καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς τὸ πνεῦμα τὸ ἅγιον καθὼς καὶ ἡμῖν, (Atos dos Apóstolos 15, 8)

  • νῦν οὗν τί πειράζετε τὸν θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; (Atos dos Apóstolos 15, 10)

  • ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου ἰησοῦ πιστεύομεν σωθῆναι καθ᾽ ὃν τρόπον κἀκεῖνοι. (Atos dos Apóstolos 15, 11)

  • ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον βαρναβᾶ καὶ παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι᾽ αὐτῶν. (Atos dos Apóstolos 15, 12)

  • μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη ἰάκωβος λέγων, ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. (Atos dos Apóstolos 15, 13)

  • συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῶ ὀνόματι αὐτοῦ. (Atos dos Apóstolos 15, 14)

  • καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται, (Atos dos Apóstolos 15, 15)

  • ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη ἐφ᾽ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτούς, λέγει κύριος ποιῶν ταῦτα (Atos dos Apóstolos 15, 17)


"Quando o dia seguinte chegar, ele também será chamado de hoje. Tenha sempre muita confiança na Divina Providência." São Padre Pio de Pietrelcina