Fondare 27654 Risultati per: Τὸ
εἰσῆλθεν οὗν πάλιν εἰς τὸ πραιτώριον ὁ πιλᾶτος καὶ ἐφώνησεν τὸν ἰησοῦν καὶ εἶπεν αὐτῶ, σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων; (São João 18, 33)
ἀπεκρίθη ἰησοῦς, ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ; (São João 18, 34)
ἀπεκρίθη ὁ πιλᾶτος, μήτι ἐγὼ ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; (São João 18, 35)
ἀπεκρίθη ἰησοῦς, ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο [ἄν], ἵνα μὴ παραδοθῶ τοῖς ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. (São João 18, 36)
εἶπεν οὗν αὐτῶ ὁ πιλᾶτος, οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη ὁ ἰησοῦς, σὺ λέγεις ὅτι βασιλεύς εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. (São João 18, 37)
λέγει αὐτῶ ὁ πιλᾶτος, τί ἐστιν ἀλήθεια; καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς ἰουδαίους, καὶ λέγει αὐτοῖς, ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῶ αἰτίαν. (São João 18, 38)
ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῶ πάσχα· βούλεσθε οὗν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν ἰουδαίων; (São João 18, 39)
ἐκραύγασαν οὗν πάλιν λέγοντες, μὴ τοῦτον ἀλλὰ τὸν βαραββᾶν. ἦν δὲ ὁ βαραββᾶς λῃστής. (São João 18, 40)
τότε οὗν ἔλαβεν ὁ πιλᾶτος τὸν ἰησοῦν καὶ ἐμαστίγωσεν. (São João 19, 1)
καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, (São João 19, 2)
καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον, χαῖρε, ὁ βασιλεὺς τῶν ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῶ ῥαπίσματα. (São João 19, 3)
καὶ ἐξῆλθεν πάλιν ἔξω ὁ πιλᾶτος καὶ λέγει αὐτοῖς, ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῶ. (São João 19, 4)