Mosaico decorativo

Fondare 27654 Risultati per: Τὸ

  • οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες, ὃς ἂν ὀμόσῃ ἐν τῶ ναῶ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῶ χρυσῶ τοῦ ναοῦ ὀφείλει. (São Mateus 23, 16)

  • μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάσας τὸν χρυσόν; (São Mateus 23, 17)

  • καί, ὃς ἂν ὀμόσῃ ἐν τῶ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῶ δώρῳ τῶ ἐπάνω αὐτοῦ ὀφείλει. (São Mateus 23, 18)

  • τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; (São Mateus 23, 19)

  • ὁ οὗν ὀμόσας ἐν τῶ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῶ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· (São Mateus 23, 20)

  • καὶ ὁ ὀμόσας ἐν τῶ ναῶ ὀμνύει ἐν αὐτῶ καὶ ἐν τῶ κατοικοῦντι αὐτόν· (São Mateus 23, 21)

  • καὶ ὁ ὀμόσας ἐν τῶ οὐρανῶ ὀμνύει ἐν τῶ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῶ καθημένῳ ἐπάνω αὐτοῦ. (São Mateus 23, 22)

  • οὐαὶ ὑμῖν, γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν· ταῦτα [δὲ] ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι. (São Mateus 23, 23)

  • ὁδηγοὶ τυφλοί, οἱ διϊλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες. (São Mateus 23, 24)

  • οὐαὶ ὑμῖν, γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας. (São Mateus 23, 25)

  • φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτοῦ καθαρόν. (São Mateus 23, 26)

  • οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας. (São Mateus 23, 28)


"Feliz a alma que atinge o nível de perfeição que Deus deseja!" São Padre Pio de Pietrelcina