Fondare 27654 Risultati per: Τὸ
πάντες ἐθερμάνθησαν ὡς κλίβανος καὶ κατέφαγον τοὺς κριτὰς αὐτῶν πάντες οἱ βασιλεῖς αὐτῶν ἔπεσαν οὐκ ἦν ὁ ἐπικαλούμενος ἐν αὐτοῖς πρός με (Oséias 7, 7)
Εφραιμ ἐν τοῖς λαοῖς αὐτοῦ συνανεμείγνυτο Εφραιμ ἐγένετο ἐγκρυφίας οὐ μεταστρεφόμενος (Oséias 7, 8)
κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτοῦ αὐτὸς δὲ οὐκ ἐπέγνω καὶ πολιαὶ ἐξήνθησαν αὐτῷ καὶ αὐτὸς οὐκ ἔγνω (Oséias 7, 9)
καὶ ταπεινωθήσεται ἡ ὕβρις Ισραηλ εἰς πρόσωπον αὐτοῦ καὶ οὐκ ἐπέστρεψαν πρὸς κύριον τὸν θεὸν αὐτῶν καὶ οὐκ ἐξεζήτησαν αὐτὸν ἐν πᾶσι τούτοις (Oséias 7, 10)
καὶ ἦν Εφραιμ ὡς περιστερὰ ἄνους οὐκ ἔχουσα καρδίαν Αἴγυπτον ἐπεκαλεῖτο καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν (Oséias 7, 11)
καθὼς ἂν πορεύωνται ἐπιβαλῶ ἐπ’ αὐτοὺς τὸ δίκτυόν μου καθὼς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατάξω αὐτούς παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν (Oséias 7, 12)
οὐαὶ αὐτοῖς ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ δείλαιοί εἰσιν ὅτι ἠσέβησαν εἰς ἐμέ ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ ψεύδη (Oséias 7, 13)
καὶ οὐκ ἐβόησαν πρός με αἱ καρδίαι αὐτῶν ἀλλ’ ἢ ὠλόλυζον ἐν ταῖς κοίταις αὐτῶν ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο ἐπαιδεύθησαν ἐν ἐμοί (Oséias 7, 14)
κἀγὼ κατίσχυσα τοὺς βραχίονας αὐτῶν καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρά (Oséias 7, 15)
ἀπεστράφησαν εἰς οὐθέν ἐγένοντο ὡς τόξον ἐντεταμένον πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δι’ ἀπαιδευσίαν γλώσσης αὐτῶν οὗτος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ (Oséias 7, 16)
εἰς κόλπον αὐτῶν ὡς γῆ ὡς ἀετὸς ἐπ’ οἶκον κυρίου ἀνθ’ ὧν παρέβησαν τὴν διαθήκην μου καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν (Oséias 8, 1)
ὅτι Ισραηλ ἀπεστρέψατο ἀγαθά ἐχθρὸν κατεδίωξαν (Oséias 8, 3)