Fondare 27654 Risultati per: Τὸ
καὶ τὰ σάββατά μου ἁγιάζετε καὶ ἔστω εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν τοῦ γινώσκειν διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν (Ezequiel 20, 20)
καὶ παρεπίκρανάν με καὶ τὰ τέκνα αὐτῶν ἐν τοῖς προστάγμασίν μου οὐκ ἐπορεύθησαν καὶ τὰ δικαιώματά μου οὐκ ἐφυλάξαντο τοῦ ποιεῖν αὐτά ἃ ποιήσει ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ’ αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ συντελέσαι τὴν ὀργήν μου ἐπ’ αὐτούς (Ezequiel 20, 21)
καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν ὧν ἐξήγαγον αὐτοὺς κατ’ ὀφθαλμοὺς αὐτῶν (Ezequiel 20, 22)
καὶ ἐξῆρα τὴν χεῖρά μου ἐπ’ αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ διασκορπίσαι αὐτοὺς ἐν τοῖς ἔθνεσιν καὶ διασπεῖραι αὐτοὺς ἐν ταῖς χώραις (Ezequiel 20, 23)
ἀνθ’ ὧν τὰ δικαιώματά μου οὐκ ἐποίησαν καὶ τὰ προστάγματά μου ἀπώσαντο καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ ὀπίσω τῶν ἐνθυμημάτων τῶν πατέρων αὐτῶν ἦσαν οἱ ὀφθαλμοὶ αὐτῶν (Ezequiel 20, 24)
καὶ ἐγὼ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς (Ezequiel 20, 25)
καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν αὐτῶν ἐν τῷ διαπορεύεσθαί με πᾶν διανοῖγον μήτραν ὅπως ἀφανίσω αὐτούς (Ezequiel 20, 26)
διὰ τοῦτο λάλησον πρὸς τὸν οἶκον τοῦ Ισραηλ υἱὲ ἀνθρώπου καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ἕως τούτου παρώργισάν με οἱ πατέρες ὑμῶν ἐν τοῖς παραπτώμασιν αὐτῶν ἐν οἷς παρέπεσον εἰς ἐμέ (Ezequiel 20, 27)
καὶ εἰσήγαγον αὐτοὺς εἰς τὴν γῆν ἣν ἦρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτοῖς καὶ εἶδον πᾶν βουνὸν ὑψηλὸν καὶ πᾶν ξύλον κατάσκιον καὶ ἔθυσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν καὶ ἔταξαν ἐκεῖ ὀσμὴν εὐωδίας καὶ ἔσπεισαν ἐκεῖ σπονδὰς αὐτῶν (Ezequiel 20, 28)
καὶ εἶπον πρὸς αὐτούς τί ἐστιν Αβαμα ὅτι ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτοῦ Αβαμα ἕως τῆς σήμερον ἡμέρας (Ezequiel 20, 29)
διὰ τοῦτο εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ισραηλ τάδε λέγει κύριος εἰ ἐν ταῖς ἀνομίαις τῶν πατέρων ὑμῶν ὑμεῖς μιαίνεσθε καὶ ὀπίσω τῶν βδελυγμάτων αὐτῶν ὑμεῖς ἐκπορνεύετε (Ezequiel 20, 30)
καὶ ἐν ταῖς ἀπαρχαῖς τῶν δομάτων ὑμῶν ἐν τοῖς ἀφορισμοῖς ὑμεῖς μιαίνεσθε ἐν πᾶσιν τοῖς ἐνθυμήμασιν ὑμῶν ἕως τῆς σήμερον ἡμέρας καὶ ἐγὼ ἀποκριθῶ ὑμῖν οἶκος τοῦ Ισραηλ ζῶ ἐγώ λέγει κύριος εἰ ἀποκριθήσομαι ὑμῖν καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο (Ezequiel 20, 31)