Mosaico decorativo

Fondare 27654 Risultati per: Τὸ

  • φωνὴ εὐφροσύνης καὶ φωνὴ χαρμοσύνης φωνὴ νυμφίου καὶ φωνὴ νύμφης φωνὴ λεγόντων ἐξομολογεῖσθε κυρίῳ παντοκράτορι ὅτι χρηστὸς κύριος ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ εἰσοίσουσιν δῶρα εἰς οἶκον κυρίου ὅτι ἀποστρέψω πᾶσαν τὴν ἀποικίαν τῆς γῆς ἐκείνης κατὰ τὸ πρότερον εἶπεν κύριος (Jeremias 40, 11)

  • οὕτως εἶπεν κύριος τῶν δυνάμεων ἔτι ἔσται ἐν τῷ τόπῳ τούτῳ τῷ ἐρήμῳ παρὰ τὸ μὴ εἶναι ἄνθρωπον καὶ κτῆνος καὶ ἐν πάσαις ταῖς πόλεσιν αὐτοῦ καταλύματα ποιμένων κοιταζόντων πρόβατα (Jeremias 40, 12)

  • ἐν πόλεσιν τῆς ὀρεινῆς καὶ ἐν πόλεσιν τῆς Σεφηλα καὶ ἐν πόλεσιν τῆς Ναγεβ καὶ ἐν γῇ Βενιαμιν καὶ ἐν ταῖς κύκλῳ Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα ἔτι παρελεύσεται πρόβατα ἐπὶ χεῖρα ἀριθμοῦντος εἶπεν κύριος (Jeremias 40, 13)

  • Gr. Jeremiah 41 (Heb. 34) ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου καὶ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα λέγων (Jeremias 41, 1)

  • καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ καὶ συλλήμψει συλλημφθήσῃ καὶ εἰς χεῖρας αὐτοῦ δοθήσῃ καὶ οἱ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται καὶ τὸ στόμα αὐτοῦ μετὰ τοῦ στόματός σου λαλήσει καὶ εἰς Βαβυλῶνα εἰσελεύσῃ (Jeremias 41, 3)

  • ἀλλὰ ἄκουσον τὸν λόγον κυρίου Σεδεκια βασιλεῦ Ιουδα οὕτως λέγει κύριος (Jeremias 41, 4)

  • ἐν εἰρήνῃ ἀποθανῇ καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου κλαύσονται καὶ σὲ καὶ ὦ αδων κόψονταί σε ὅτι λόγον ἐγὼ ἐλάλησα εἶπεν κύριος (Jeremias 41, 5)

  • καὶ ἐλάλησεν Ιερεμιας πρὸς τὸν βασιλέα Σεδεκιαν πάντας τοὺς λόγους τούτους ἐν Ιερουσαλημ (Jeremias 41, 6)

  • ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκιαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν (Jeremias 41, 8)

  • τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ τὸν Εβραῖον καὶ τὴν Εβραίαν ἐλευθέρους πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ιουδα (Jeremias 41, 9)

  • καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ (Jeremias 41, 10)

  • καὶ ἔωσαν αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας (Jeremias 41, 11)


"Não nos preocupemos quando Deus põe à prova a nossa fidelidade." São Padre Pio de Pietrelcina