Fondare 27654 Risultati per: Τὸ
τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι (Eclesiástico 48, 19)
καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ησαιου (Eclesiástico 48, 20)
ἐπάταξεν τὴν παρεμβολὴν τῶν Ἀσσυρίων καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ (Eclesiástico 48, 21)
ἐποίησεν γὰρ Εζεκιας τὸ ἀρεστὸν κυρίῳ καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυιδ τοῦ πατρὸς αὐτοῦ ἃς ἐνετείλατο Ησαιας ὁ προφήτης ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ (Eclesiástico 48, 22)
ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος καὶ προσέθηκεν ζωὴν βασιλεῖ (Eclesiástico 48, 23)
πνεύματι μεγάλῳ εἶδεν τὰ ἔσχατα καὶ παρεκάλεσεν τοὺς πενθοῦντας ἐν Σιων (Eclesiástico 48, 24)
ἕως τοῦ αἰῶνος ὑπέδειξεν τὰ ἐσόμενα καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά (Eclesiástico 48, 25)
μνημόσυνον Ιωσιου εἰς σύνθεσιν θυμιάματος ἐσκευασμένον ἔργῳ μυρεψοῦ ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου (Eclesiástico 49, 1)
αὐτὸς κατευθύνθη ἐν ἐπιστροφῇ λαοῦ καὶ ἐξῆρεν βδελύγματα ἀνομίας (Eclesiástico 49, 2)
κατεύθυνεν πρὸς κύριον τὴν καρδίαν αὐτοῦ ἐν ἡμέραις ἀνόμων κατίσχυσεν τὴν εὐσέβειαν (Eclesiástico 49, 3)
πάρεξ Δαυιδ καὶ Εζεκιου καὶ Ιωσιου πάντες πλημμέλειαν ἐπλημμέλησαν κατέλιπον γὰρ τὸν νόμον τοῦ ὑψίστου οἱ βασιλεῖς Ιουδα ἐξέλιπον (Eclesiástico 49, 4)
ἔδωκαν γὰρ τὸ κέρας αὐτῶν ἑτέροις καὶ τὴν δόξαν αὐτῶν ἔθνει ἀλλοτρίῳ (Eclesiástico 49, 5)