Fondare 27654 Risultati per: Τὸ
καὶ ἐπέταξεν Ιουδας κηρύξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστιν τόπῳ (I Macabeus 5, 49)
καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως καὶ ἐπολέμησεν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα καὶ παρεδόθη ἡ πόλις ἐν χειρὶ αὐτοῦ (I Macabeus 5, 50)
καὶ διέβησαν τὸν Ιορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσαν (I Macabeus 5, 52)
καὶ ἦν Ιουδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν ἕως ἦλθεν εἰς γῆν Ιουδα (I Macabeus 5, 53)
καὶ ἀνέβησαν εἰς ὄρος Σιων ἐν εὐφροσύνῃ καὶ χαρᾷ καὶ προσήγαγον ὁλοκαυτώματα ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ (I Macabeus 5, 54)
καὶ ἐν ταῖς ἡμέραις ἐν αἷς ἦν Ιουδας καὶ Ιωναθαν ἐν γῇ Γαλααδ καὶ Σιμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαίδος (I Macabeus 5, 55)
ἤκουσεν Ιωσηφ ὁ τοῦ Ζαχαριου καὶ Αζαριας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου οἷα ἐποίησαν (I Macabeus 5, 56)
καὶ εἶπον ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν (I Macabeus 5, 57)
καὶ παρήγγειλεν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ’ αὐτῶν καὶ ἐπορεύθησαν ἐπὶ Ιάμνειαν (I Macabeus 5, 58)
καὶ ἐξῆλθεν Γοργίας ἐκ τῆς πόλεως καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον (I Macabeus 5, 59)
καὶ ἐτροπώθη Ιωσηπος καὶ Αζαριας καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ιουδαίας καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ Ισραηλ εἰς δισχιλίους ἄνδρας (I Macabeus 5, 60)
καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ ὅτι οὐκ ἤκουσαν Ιουδου καὶ τῶν ἀδελφῶν αὐτοῦ οἰόμενοι ἀνδραγαθῆσαι (I Macabeus 5, 61)