Mosaico decorativo

Fondare 9551 Risultati per: Τὸν

  • ἤδη δὲ λελειμμένος ὁ Μενέλαος ἐπηγγείλατο χρήματα ἱκανὰ τῷ Πτολεμαίῳ Δορυμένους πρὸς τὸ πεῖσαι τὸν βασιλέα (II Macabeus 4, 45)

  • ὅθεν ἀπολαβὼν ὁ Πτολεμαῖος εἴς τι περίστυλον ὡς ἀναψύξοντα τὸν βασιλέα μετέθηκεν (II Macabeus 4, 46)

  • καὶ τὸν μὲν τῆς ὅλης κακίας αἴτιον Μενέλαον ἀπέλυσεν τῶν κατηγορημένων τοῖς δὲ ταλαιπώροις οἵτινες εἰ καὶ ἐπὶ Σκυθῶν ἔλεγον ἀπελύθησαν ἀκατάγνωστοι τούτοις θάνατον ἐπέκρινεν (II Macabeus 4, 47)

  • περὶ δὲ τὸν καιρὸν τοῦτον τὴν δευτέραν ἔφοδον ὁ Ἀντίοχος εἰς Αἴγυπτον ἐστείλατο (II Macabeus 5, 1)

  • γενομένης δὲ λαλιᾶς ψευδοῦς ὡς μετηλλαχότος Ἀντιόχου τὸν βίον παραλαβὼν ὁ Ἰάσων οὐκ ἐλάττους τῶν χιλίων αἰφνιδίως ἐπὶ τὴν πόλιν συνετελέσατο ἐπίθεσιν τῶν δὲ ἐπὶ τῷ τείχει συνελασθέντων καὶ τέλος ἤδη καταλαμβανομένης τῆς πόλεως ὁ Μενέλαος εἰς τὴν ἀκρόπολιν ἐφυγάδευσεν (II Macabeus 5, 5)

  • πέρας οὖν κακῆς καταστροφῆς ἔτυχεν ἐγκληθεὶς πρὸς Ἀρέταν τὸν τῶν Ἀράβων τύραννον πόλιν ἐκ πόλεως φεύγων διωκόμενος ὑπὸ πάντων στυγούμενος ὡς τῶν νόμων ἀποστάτης καὶ βδελυσσόμενος ὡς πατρίδος καὶ πολιτῶν δήμιος εἰς Αἴγυπτον ἐξεβράσθη (II Macabeus 5, 8)

  • προσπεσόντων δὲ τῷ βασιλεῖ περὶ τῶν γεγονότων διέλαβεν ἀποστατεῖν τὴν Ιουδαίαν ὅθεν ἀναζεύξας ἐξ Αἰγύπτου τεθηριωμένος τῇ ψυχῇ ἔλαβεν τὴν μὲν πόλιν δοριάλωτον (II Macabeus 5, 11)

  • καὶ ἐκέλευσεν τοῖς στρατιώταις κόπτειν ἀφειδῶς τοὺς ἐμπίπτοντας καὶ τοὺς εἰς τὰς οἰκίας ἀναβαίνοντας κατασφάζειν (II Macabeus 5, 12)

  • ὀκτὼ δὲ μυριάδες ἐν ταῖς πάσαις ἡμέραις τρισὶν κατεφθάρησαν τέσσαρες μὲν ἐν χειρῶν νομαῖς οὐχ ἧττον δὲ τῶν ἐσφαγμένων ἐπράθησαν (II Macabeus 5, 14)

  • οὐκ ἀρκεσθεὶς δὲ τούτοις κατετόλμησεν εἰς τὸ πάσης τῆς γῆς ἁγιώτατον ἱερὸν εἰσελθεῖν ὁδηγὸν ἔχων τὸν Μενέλαον τὸν καὶ τῶν νόμων καὶ τῆς πατρίδος προδότην γεγονότα (II Macabeus 5, 15)

  • καὶ ἐμετεωρίζετο τὴν διάνοιαν ὁ Ἀντίοχος οὐ συνορῶν ὅτι διὰ τὰς ἁμαρτίας τῶν τὴν πόλιν οἰκούντων ἀπώργισται βραχέως ὁ δεσπότης διὸ γέγονεν περὶ τὸν τόπον παρόρασις (II Macabeus 5, 17)

  • ἀλλ’ οὐ διὰ τὸν τόπον τὸ ἔθνος ἀλλὰ διὰ τὸ ἔθνος τὸν τόπον ὁ κύριος ἐξελέξατο (II Macabeus 5, 19)


"No juízo final daremos contas a Deus até de uma palavra inútil que tenhamos dito." São Padre Pio de Pietrelcina