Mosaico decorativo

Fondare 9551 Risultati per: Τὸν

  • καὶ ἐπλάνησεν Μανασσης τὸν Ιουδαν καὶ τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ τοῦ ποιῆσαι τὸ πονηρὸν ὑπὲρ πάντα τὰ ἔθνη ἃ ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ (II Crônicas 33, 9)

  • καὶ ἐλάλησεν κύριος ἐπὶ Μανασση καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ οὐκ ἐπήκουσαν (II Crônicas 33, 10)

  • καὶ ἤγαγεν κύριος ἐπ’ αὐτοὺς τοὺς ἄρχοντας τῆς δυνάμεως βασιλέως Ασσουρ καὶ κατέλαβον τὸν Μανασση ἐν δεσμοῖς καὶ ἔδησαν αὐτὸν ἐν πέδαις καὶ ἤγαγον εἰς Βαβυλῶνα (II Crônicas 33, 11)

  • καὶ προσηύξατο πρὸς αὐτόν καὶ ἐπήκουσεν αὐτοῦ καὶ ἐπήκουσεν τῆς βοῆς αὐτοῦ καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ιερουσαλημ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ ἔγνω Μανασσης ὅτι κύριος αὐτός ἐστιν ὁ θεός (II Crônicas 33, 13)

  • καὶ περιεῖλεν τοὺς θεοὺς τοὺς ἀλλοτρίους καὶ τὸ γλυπτὸν ἐξ οἴκου κυρίου καὶ πάντα τὰ θυσιαστήρια ἃ ᾠκοδόμησεν ἐν ὄρει οἴκου κυρίου καὶ ἐν Ιερουσαλημ καὶ ἔξω τῆς πόλεως (II Crônicas 33, 15)

  • καὶ τὰ λοιπὰ τῶν λόγων Μανασση καὶ ἡ προσευχὴ αὐτοῦ ἡ πρὸς τὸν θεὸν καὶ λόγοι τῶν ὁρώντων λαλούντων πρὸς αὐτὸν ἐπ’ ὀνόματι κυρίου θεοῦ Ισραηλ ἰδοὺ ἐπὶ λόγων (II Crônicas 33, 18)

  • καὶ ἐκοιμήθη Μανασσης μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν παραδείσῳ οἴκου αὐτοῦ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Αμων υἱὸς αὐτοῦ (II Crônicas 33, 20)

  • ὢν εἴκοσι καὶ δύο ἐτῶν Αμων ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ (II Crônicas 33, 21)

  • καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ καὶ ἐπάταξαν αὐτὸν ἐν οἴκῳ αὐτοῦ (II Crônicas 33, 24)

  • καὶ ἐπάταξεν ὁ λαὸς τῆς γῆς τοὺς ἐπιθεμένους ἐπὶ τὸν βασιλέα Αμων καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν Ιωσιαν υἱὸν αὐτοῦ ἀντ’ αὐτοῦ (II Crônicas 33, 25)

  • ὢν ὀκτὼ ἐτῶν Ιωσιας ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τριάκοντα ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ (II Crônicas 34, 1)

  • καὶ ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ καὶ αὐτὸς ἔτι παιδάριον ἤρξατο τοῦ ζητῆσαι κύριον τὸν θεὸν Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι τὸν Ιουδαν καὶ τὴν Ιερουσαλημ ἀπὸ τῶν ὑψηλῶν καὶ τῶν ἄλσεων καὶ ἀπὸ τῶν χωνευτῶν (II Crônicas 34, 3)


"Quando a videira se separa da estaca que a sustenta, cai e apodrece." São Padre Pio de Pietrelcina