Fondare 7097 Risultati per: Τὴν
πρόσεχε σεαυτῷ μὴ ἐγκαταλίπῃς τὸν Λευίτην πάντα τὸν χρόνον ὅσον ἐὰν ζῇς ἐπὶ τῆς γῆς (Deuteronômio 12, 19)
ἐὰν δὲ μακρότερον ἀπέχῃ σου ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ καὶ θύσεις ἀπὸ τῶν βοῶν σου καὶ ἀπὸ τῶν προβάτων σου ὧν ἂν δῷ ὁ θεός σοι ὃν τρόπον ἐνετειλάμην σοι καὶ φάγῃ ἐν ταῖς πόλεσίν σου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου (Deuteronômio 12, 21)
οὐ φάγεσθε ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ (Deuteronômio 12, 24)
καὶ ποιήσεις τὰ ὁλοκαυτώματά σου τὰ κρέα ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον κυρίου τοῦ θεοῦ σου τὸ δὲ αἷμα τῶν θυσιῶν σου προσχεεῖς πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου κυρίου τοῦ θεοῦ σου τὰ δὲ κρέα φάγῃ (Deuteronômio 12, 27)
ἐὰν δὲ ἐξολεθρεύσῃ κύριος ὁ θεός σου τὰ ἔθνη εἰς οὓς σὺ εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι τὴν γῆν αὐτῶν ἀπὸ προσώπου σου καὶ κατακληρονομήσῃς αὐτοὺς καὶ κατοικήσῃς ἐν τῇ γῇ αὐτῶν (Deuteronômio 12, 29)
ἐξήλθοσαν ἄνδρες παράνομοι ἐξ ὑμῶν καὶ ἀπέστησαν πάντας τοὺς κατοικοῦντας τὴν πόλιν αὐτῶν λέγοντες πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδειτε (Deuteronômio 13, 14)
ἀναιρῶν ἀνελεῖς πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ἐκείνῃ ἐν φόνῳ μαχαίρας ἀναθέματι ἀναθεματιεῖτε αὐτὴν καὶ πάντα τὰ ἐν αὐτῇ (Deuteronômio 13, 16)
καὶ πάντα τὰ σκῦλα αὐτῆς συνάξεις εἰς τὰς διόδους αὐτῆς καὶ ἐμπρήσεις τὴν πόλιν ἐν πυρὶ καὶ πάντα τὰ σκῦλα αὐτῆς πανδημεὶ ἐναντίον κυρίου τοῦ θεοῦ σου καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰῶνα οὐκ ἀνοικοδομηθήσεται ἔτι (Deuteronômio 13, 17)
πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσιν ταῦτα φάγεσθε (Deuteronômio 14, 6)
καὶ καταράκτην καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ καὶ ἔποπα καὶ νυκτικόρακα (Deuteronômio 14, 17)
δεκάτην ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ’ ἐνιαυτόν (Deuteronômio 14, 22)
ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεων σου ἐν τῇ γῇ ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι οὐκ ἀποστέρξεις τὴν καρδίαν σου οὐδ’ οὐ μὴ συσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου (Deuteronômio 15, 7)