Fondare 20428 Risultati per: Τὰ
καὶ γὰρ ὁ χριστὸς οὐχ ἑαυτῶ ἤρεσεν· ἀλλὰ καθὼς γέγραπται, οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ᾽ ἐμέ. (Romanos 15, 3)
ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ χριστὸν ἰησοῦν, (Romanos 15, 5)
λέγω γὰρ χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, (Romanos 15, 8)
τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν· καθὼς γέγραπται, διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, καὶ τῶ ὀνοματί σου ψαλῶ. (Romanos 15, 9)
καὶ πάλιν λέγει, εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. (Romanos 15, 10)
καὶ πάλιν, αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν κύριον, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. (Romanos 15, 11)
καὶ πάλιν ἠσαΐας λέγει, ἔσται ἡ ῥίζα τοῦ ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ᾽ αὐτῶ ἔθνη ἐλπιοῦσιν. (Romanos 15, 12)
εἰς τὸ εἶναί με λειτουργὸν χριστοῦ ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ. (Romanos 15, 16)
ἔχω οὗν [τὴν] καύχησιν ἐν χριστῶ ἰησοῦ τὰ πρὸς τὸν θεόν· (Romanos 15, 17)
ἀλλὰ καθὼς γέγραπται, οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν. (Romanos 15, 21)
διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· (Romanos 15, 22)
εὐδόκησαν γάρ, καὶ ὀφειλέται εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. (Romanos 15, 27)