Fondare 20428 Risultati per: Τὰ
ἰδὼν δὲ ὁ σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ πνεῦμα, προσήνεγκεν αὐτοῖς χρήματα (Atos dos Apóstolos 8, 18)
λέγων, δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον. (Atos dos Apóstolos 8, 19)
πέτρος δὲ εἶπεν πρὸς αὐτόν, τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. (Atos dos Apóstolos 8, 20)
μετανόησον οὗν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου· (Atos dos Apóstolos 8, 22)
εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. (Atos dos Apóstolos 8, 23)
ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς φίλιππον λέγων, ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ ἰερουσαλὴμ εἰς γάζαν· αὕτη ἐστὶν ἔρημος. (Atos dos Apóstolos 8, 26)
καὶ ἀναστὰς ἐπορεύθη· καὶ ἰδοὺ ἀνὴρ αἰθίοψ εὐνοῦχος δυνάστης κανδάκης βασιλίσσης αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς ἰερουσαλήμ, (Atos dos Apóstolos 8, 27)
ὁ δὲ εἶπεν, πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με; παρεκάλεσέν τε τὸν φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῶ. (Atos dos Apóstolos 8, 31)
ἐν τῇ ταπεινώσει [αὐτοῦ] ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. (Atos dos Apóstolos 8, 33)
ἀνοίξας δὲ ὁ φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῶ τὸν ἰησοῦν. (Atos dos Apóstolos 8, 35)
ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος, ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι; (Atos dos Apóstolos 8, 36)
φίλιππος δὲ εὑρέθη εἰς ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς καισάρειαν. (Atos dos Apóstolos 8, 40)