Mosaico decorativo

Fondare 5443 Risultati per: Ρίο

  • ὁ φοβούμενος κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ ὅτι κατ’ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ (Eclesiástico 6, 17)

  • ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε (Eclesiástico 7, 29)

  • φοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα καὶ δὸς τὴν μερίδα αὐτῷ καθὼς ἐντέταλταί σοι ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων (Eclesiástico 7, 31)

  • ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται (Eclesiástico 9, 8)

  • μακρὸν ἀρρώστημα σκώπτει ἰατρός καὶ βασιλεὺς σήμερον καὶ αὔριον τελευτήσει (Eclesiástico 10, 10)

  • ὅτι ἀρχὴ ὑπερηφανίας ἁμαρτία καὶ ὁ κρατῶν αὐτῆς ἐξομβρήσει βδέλυγμα διὰ τοῦτο παρεδόξασεν κύριος τὰς ἐπαγωγὰς καὶ κατέστρεψεν εἰς τέλος αὐτούς (Eclesiástico 10, 13)

  • θρόνους ἀρχόντων καθεῖλεν ὁ κύριος καὶ ἐκάθισεν πραεῖς ἀντ’ αὐτῶν (Eclesiástico 10, 14)

  • ῥίζας ἐθνῶν ἐξέτιλεν ὁ κύριος καὶ ἐφύτευσεν ταπεινοὺς ἀντ’ αὐτῶν (Eclesiástico 10, 15)

  • χώρας ἐθνῶν κατέστρεψεν ὁ κύριος καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς (Eclesiástico 10, 16)

  • σπέρμα ἔντιμον ποῖον σπέρμα ἀνθρώπου σπέρμα ἔντιμον ποῖον οἱ φοβούμενοι τὸν κύριον σπέρμα ἄτιμον ποῖον σπέρμα ἀνθρώπου σπέρμα ἄτιμον ποῖον οἱ παραβαίνοντες ἐντολάς (Eclesiástico 10, 19)

  • ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος αὐτῶν ἔντιμος καὶ οἱ φοβούμενοι κύριον ἐν ὀφθαλμοῖς αὐτοῦ (Eclesiástico 10, 20)

  • μεγιστὰν καὶ κριτὴς καὶ δυνάστης δοξασθήσεται καὶ οὐκ ἔστιν αὐτῶν τις μείζων τοῦ φοβουμένου τὸν κύριον (Eclesiástico 10, 24)


"Feliz a alma que atinge o nível de perfeição que Deus deseja!" São Padre Pio de Pietrelcina