Fondare 3696 Risultati per: Πρὸς
ἐξ αὐτῶν εὐλόγησεν καὶ ἀνύψωσεν καὶ ἐξ αὐτῶν ἡγίασεν καὶ πρὸς αὐτὸν ἤγγισεν ἀπ’ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσεν καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν (Eclesiástico 33, 12)
τίμα ἰατρὸν πρὸς τὰς χρείας αὐτοῦ τιμαῖς αὐτοῦ καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος (Eclesiástico 38, 1)
τὴν καρδίαν αὐτοῦ ἐπιδώσει ὀρθρίσαι πρὸς κύριον τὸν ποιήσαντα αὐτὸν καὶ ἔναντι ὑψίστου δεηθήσεται καὶ ἀνοίξει στόμα αὐτοῦ ἐν προσευχῇ καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεηθήσεται (Eclesiástico 39, 5)
μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα (Eclesiástico 40, 8)
περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος (Eclesiástico 42, 8)
διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτόν ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ (Eclesiástico 44, 18)
ἐν λόγοις αὐτοῦ σημεῖα κατέπαυσεν ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ (Eclesiástico 45, 3)
οὐχὶ ἐν χειρὶ αὐτοῦ ἐνεποδίσθη ὁ ἥλιος καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο (Eclesiástico 46, 4)
ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιροὺς κοπάσαι ὀργὴν πρὸ θυμοῦ ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καταστῆσαι φυλὰς Ιακωβ (Eclesiástico 48, 10)
καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ησαιου (Eclesiástico 48, 20)
κατεύθυνεν πρὸς κύριον τὴν καρδίαν αὐτοῦ ἐν ἡμέραις ἀνόμων κατίσχυσεν τὴν εὐσέβειαν (Eclesiástico 49, 3)
ἐὰν γὰρ αὐτὰ ποιήσῃ πρὸς πάντα ἰσχύσει ὅτι φῶς κυρίου τὸ ἴχνος αὐτοῦ (Eclesiástico 50, 29)