Fondare 906 Risultati per: Περὶ
καὶ ἐκάθισεν αὐτὸν ὁ βασιλεὺς μετ’ αὐτοῦ καὶ εἶπεν τοῖς ἄρχουσιν αὐτοῦ ἐξέλθατε μετ’ αὐτοῦ εἰς μέσον τῆς πόλεως καὶ κηρύξατε τοῦ μηδένα ἐντυγχάνειν κατ’ αὐτοῦ περὶ μηδενὸς πράγματος καὶ μηδεὶς αὐτῷ παρενοχλείτω περὶ παντὸς λόγου (I Macabeus 10, 63)
ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἐκυρίευσεν τῶν πόλεων τῆς παραλίας ἕως Σελευκείας τῆς παραθαλασσίας καὶ διελογίζετο περὶ Ἀλεξάνδρου λογισμοὺς πονηρούς (I Macabeus 11, 8)
καὶ εἰσῆλθεν Πτολεμαῖος εἰς Ἀντιόχειαν καὶ περιέθετο τὸ διάδημα τῆς Ἀσίας καὶ περιέθετο δύο διαδήματα περὶ τὴν κεφαλὴν αὐτοῦ τὸ τῆς Αἰγύπτου καὶ Ἀσίας (I Macabeus 11, 13)
καὶ εὐδόκησεν ὁ βασιλεὺς καὶ ἔγραψεν τῷ Ιωναθαν ἐπιστολὰς περὶ πάντων τούτων ἐχούσας τὸν τρόπον τοῦτον (I Macabeus 11, 29)
τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἧς ἐγράψαμεν Λασθένει τῷ συγγενεῖ ἡμῶν περὶ ὑμῶν γεγράφαμεν καὶ πρὸς ὑμᾶς ὅπως εἰδῆτε (I Macabeus 11, 31)
καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς Γάζαν καὶ ἀπέκλεισαν οἱ ἀπὸ Γάζης καὶ περιεκάθισεν περὶ αὐτὴν καὶ ἐνεπύρισεν τὰ περιπόλια αὐτῆς ἐν πυρὶ καὶ ἐσκύλευσεν αὐτά (I Macabeus 11, 61)
καὶ ἐπεδέξατο ὁ Ονιας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως καὶ ἔλαβεν τὰς ἐπιστολάς ἐν αἷς διεσαφεῖτο περὶ συμμαχίας καὶ φιλίας (I Macabeus 12, 8)
ἐνετειλάμεθα οὖν αὐτοῖς καὶ πρὸς ὑμᾶς πορευθῆναι καὶ ἀσπάσασθαι ὑμᾶς καὶ ἀποδοῦναι ὑμῖν τὰς παρ’ ἡμῶν ἐπιστολὰς περὶ τῆς ἀνανεώσεως καὶ τῆς ἀδελφότητος ἡμῶν (I Macabeus 12, 17)
καὶ νῦν ἀφ’ οὗ ἔγνωμεν ταῦτα καλῶς ποιήσετε γράφοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν (I Macabeus 12, 22)
καὶ εἶδον οἱ διώκοντες ὅτι περὶ ψυχῆς αὐτοῖς ἐστιν καὶ ἐπέστρεψαν (I Macabeus 12, 51)
καὶ παρεκάλεσεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς αὐτοὶ οἴδατε ὅσα ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐποιήσαμεν περὶ τῶν νόμων καὶ τῶν ἁγίων καὶ τοὺς πολέμους καὶ τὰς στενοχωρίας ἃς εἴδομεν (I Macabeus 13, 3)
πλὴν ἐκδικήσω περὶ τοῦ ἔθνους μου καὶ περὶ τῶν ἁγίων καὶ περὶ τῶν γυναικῶν καὶ τέκνων ὑμῶν ὅτι συνήχθησαν πάντα τὰ ἔθνη ἐκτρῖψαι ἡμᾶς ἔχθρας χάριν (I Macabeus 13, 6)