Fondare 462 Risultati per: Ο Κύριος είναι ο πάστορας μου
ὡς δὲ κατῆλθον ἀπὸ τῆς μακεδονίας ὅ τε σιλᾶς καὶ ὁ τιμόθεος, συνείχετο τῶ λόγῳ ὁ παῦλος, διαμαρτυρόμενος τοῖς ἰουδαίοις εἶναι τὸν χριστόν, ἰησοῦν. (Atos dos Apóstolos 18, 5)
εἶπεν δὲ ὁ κύριος ἐν νυκτὶ δι᾽ ὁράματος τῶ παύλῳ, μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, (Atos dos Apóstolos 18, 9)
εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι. (Atos dos Apóstolos 18, 15)
εὐτόνως γὰρ τοῖς ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν, ἰησοῦν. (Atos dos Apóstolos 18, 28)
ἐγένετο δὲ ἐν τῶ τὸν ἀπολλῶ εἶναι ἐν κορίνθῳ παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη [κατ]ελθεῖν εἰς ἔφεσον καὶ εὑρεῖν τινας μαθητάς, (Atos dos Apóstolos 19, 1)
εἶπον δέ, τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός με, ἀναστὰς πορεύου εἰς δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. (Atos dos Apóstolos 22, 10)
σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα, φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. (Atos dos Apóstolos 23, 8)
τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῶ ὁ κύριος εἶπεν, θάρσει, ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς ῥώμην μαρτυρῆσαι. (Atos dos Apóstolos 23, 11)
ἐγὼ δὲ εἶπα, τίς εἶ, κύριε; ὁ δὲ κύριος εἶπεν, ἐγώ εἰμι ἰησοῦς ὃν σὺ διώκεις. (Atos dos Apóstolos 26, 15)
κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους, (Atos dos Apóstolos 27, 4)
οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλόμενοι ἔλεγον αὐτὸν εἶναι θεόν. (Atos dos Apóstolos 28, 6)
τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· (Romanos 1, 20)