Fondare 1206 Risultati per: Ο Θεός
πορεύου καὶ εἰπὸν πρὸς Αβδεμελεχ τὸν Αἰθίοπα οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά (Jeremias 46, 16)
οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ὑμεῖς ἑωράκατε πάντα τὰ κακά ἃ ἐπήγαγον ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα καὶ ἰδού εἰσιν ἔρημοι ἀπὸ ἐνοίκων (Jeremias 51, 2)
οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ὑμεῖς γυναῖκες τῷ στόματι ὑμῶν ἐλαλήσατε καὶ ταῖς χερσὶν ὑμῶν ἐπληρώσατε λέγουσαι ποιοῦσαι ποιήσομεν τὰς ὁμολογίας ἡμῶν ἃς ὡμολογήσαμεν θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς ἐμμείνασαι ἐνεμείνατε ταῖς ὁμολογίαις ὑμῶν καὶ ποιοῦσαι ἐποιήσατε (Jeremias 51, 25)
καὶ νῦν κύριε ὁ θεὸς Ισραηλ ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν δυνάμει μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη (Baruc 2, 11)
ἡμάρτομεν ἠσεβήσαμεν ἠδικήσαμεν κύριε ὁ θεὸς ἡμῶν ἐπὶ πᾶσιν τοῖς δικαιώμασίν σου (Baruc 2, 12)
ἵνα γνῷ πᾶσα ἡ γῆ ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ισραηλ καὶ ἐπὶ τὸ γένος αὐτοῦ (Baruc 2, 15)
ὅτι οὐκ ἐπὶ τὰ δικαιώματα τῶν πατέρων ἡμῶν καὶ τῶν βασιλέων ἡμῶν ἡμεῖς καταβάλλομεν τὸν ἔλεον ἡμῶν κατὰ πρόσωπόν σου κύριε ὁ θεὸς ἡμῶν (Baruc 2, 19)
καὶ ἐποίησας εἰς ἡμᾶς κύριε ὁ θεὸς ἡμῶν κατὰ πᾶσαν ἐπιείκειάν σου καὶ κατὰ πάντα οἰκτιρμόν σου τὸν μέγαν (Baruc 2, 27)
καὶ γνώσονται ὅτι ἐγὼ κύριος ὁ θεὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν καὶ ὦτα ἀκούοντα (Baruc 2, 31)
κύριε παντοκράτωρ ὁ θεὸς Ισραηλ ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγεν πρὸς σέ (Baruc 3, 1)
κύριε παντοκράτωρ ὁ θεὸς Ισραηλ ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων Ισραηλ καὶ υἱῶν τῶν ἁμαρτανόντων ἐναντίον σου οἳ οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου θεοῦ αὐτῶν καὶ ἐκολλήθη ἡμῖν τὰ κακά (Baruc 3, 4)
ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν καὶ αἰνέσομέν σε κύριε (Baruc 3, 6)